ΚΑΤΑ ΛΟΥΚΑΝ 13:1-9
SBL Greek New Testament
13 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. 2 καὶ [a]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι [b]ταῦτα πεπόνθασιν; 3 οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες [c]ὁμοίως ἀπολεῖσθε. 4 ἢ ἐκεῖνοι οἱ [d]δεκαοκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι [e]αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας [f]τοὺς ἀνθρώπους τοὺς [g]κατοικοῦντας Ἰερουσαλήμ; 5 οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ [h]μετανοῆτε πάντες [i]ὡσαύτως ἀπολεῖσθε.
6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις [j]πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. 7 εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη [k]ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· [l]ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; 8 ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· 9 κἂν μὲν ποιήσῃ καρπὸν [m]εἰς τὸ μέλλον— εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:2 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:2 ταῦτα WH Treg NIV ] τοιαῦτα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:3 ὁμοίως WH Treg NIV ] ὡσαύτως RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 δεκαοκτὼ WH NIV ] δέκα καὶ ὀκτὼ RP Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 αὐτοὶ WH Treg NIV ] οὗτοι RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 τοὺς WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 κατοικοῦντας WH Treg NIV ] + ἐν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5 μετανοῆτε NIV RP ] μετανοήσητε WH Treg
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5 ὡσαύτως WH Treg NIV ] ὁμοίως RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:6 πεφυτευμένην ἐν … αὐτοῦ WH Treg NIV ] ἐν … αὐτοῦ πεφυτευμένην RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:7 ἀφ᾽ οὗ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:7 ἔκκοψον WH Treg NIV RP ] + οὖν NA
- ΚΑΤΑ ΛΟΥΚΑΝ 13:9 εἰς τὸ μέλλον — εἰ δὲ μήγε, WH Treg NIV ] εἰ δὲ μήγε, εἰς τὸ μέλλον RP
ΚΑΤΑ ΛΟΥΚΑΝ 13:1-9
1550 Stephanus New Testament
13 παρησαν δε τινες εν αυτω τω καιρω απαγγελλοντες αυτω περι των γαλιλαιων ων το αιμα πιλατος εμιξεν μετα των θυσιων αυτων
2 και αποκριθεις ο ιησους ειπεν αυτοις δοκειτε οτι οι γαλιλαιοι ουτοι αμαρτωλοι παρα παντας τους γαλιλαιους εγενοντο οτι τοιαυτα πεπονθασιν
3 ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντες ωσαυτως απολεισθε
4 η εκεινοι οι δεκα και οκτω εφ ους επεσεν ο πυργος εν τω σιλωαμ και απεκτεινεν αυτους δοκειτε οτι ουτοι οφειλεται εγενοντο παρα παντας ανθρωπους τους κατοικουντας εν ιερουσαλημ
5 ουχι λεγω υμιν αλλ εαν μη μετανοητε παντες ομοιως απολεισθε
6 ελεγεν δε ταυτην την παραβολην συκην ειχεν τις εν τω αμπελωνι αυτου πεφυτευμενην και ηλθεν καρπον ζητων εν αυτη και ουχ ευρεν
7 ειπεν δε προς τον αμπελουργον ιδου τρια ετη ερχομαι ζητων καρπον εν τη συκη ταυτη και ουχ ευρισκω εκκοψον αυτην ινατι και την γην καταργει
8 ο δε αποκριθεις λεγει αυτω κυριε αφες αυτην και τουτο το ετος εως οτου σκαψω περι αυτην και βαλω κοπριαν
9 καν μεν ποιηση καρπον ει δε μηγε εις το μελλον εκκοψεις αυτην
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software