Add parallel Print Page Options

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο [a]λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ [b]ψυχῇ τί φάγητε, μηδὲ τῷ [c]σώματι τί ἐνδύσησθε. 23 [d]γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24 κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. 25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται [e]ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι [f]πῆχυν; 26 εἰ οὖν [g]οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27 κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28 εἰ δὲ [h]ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως [i]ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. 29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε [j]καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε, 30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου [k]ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. 31 πλὴν ζητεῖτε τὴν βασιλείαν [l]αὐτοῦ, καὶ [m]ταῦτα προστεθήσεται ὑμῖν.

32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.

35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 [n]κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί [o]εἰσιν ἐκεῖνοι.

39 Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, [p]οὐκ ἂν ἀφῆκεν [q]διορυχθῆναι τὸν οἶκον αὐτοῦ. 40 καὶ [r]ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 λέγω ὑμῖν WH Treg NIV ] ὑμῖν λέγω RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 ψυχῇ WH Treg NIV ] + ὑμῶν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 σώματι Treg NIV RP ] + ὑμῶν WH
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:23 γὰρ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 ἐπὶ … αὐτοῦ προσθεῖναι WH NIV ] προσθεῖναι ἐπὶ … αὐτοῦ Treg RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:25 πῆχυν WH NA ] + ἕνα Treg NIV RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:26 οὐδὲ WH Treg NIV ] οὐτὲ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον WH NIV ] τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα Treg; τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:28 ἀμφιέζει WH Treg NIV ] ἀμφιέννυσιν RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:29 καὶ WH Treg NIV ] ἢ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:30 ἐπιζητοῦσιν WH Treg NIV ] ἐπιζητεῖ RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 αὐτοῦ WH Treg NIV ] τοῦ θεοῦ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 ταῦτα WH Treg NIV ] + πάντα RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NIV ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:38 εἰσιν WH NIV ] + οἱ δοῦλοι Treg RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:39 οὐκ ἂν NIV ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:39 διορυχθῆναι WH NIV ] διορυγῆναι Treg RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:40 ὑμεῖς WH Treg NIV ] + οὖν RP

22 ειπεν δε προς τους μαθητας αυτου δια τουτο υμιν λεγω μη μεριμνατε τη ψυχη υμων τι φαγητε μηδε τω σωματι τι ενδυσησθε

23 η ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος

24 κατανοησατε τους κορακας οτι ου σπειρουσιν ουδε θεριζουσιν οις ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεος τρεφει αυτους ποσω μαλλον υμεις διαφερετε των πετεινων

25 τις δε εξ υμων μεριμνων δυναται προσθειναι επι την ηλικιαν αυτου πηχυν ενα

26 ει ουν ουτε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε

27 κατανοησατε τα κρινα πως αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων

28 ει δε τον χορτον εν τω αγρω σημερον οντα και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεννυσιν ποσω μαλλον υμας ολιγοπιστοι

29 και υμεις μη ζητειτε τι φαγητε η τι πιητε και μη μετεωριζεσθε

30 ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητει υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων

31 πλην ζητειτε την βασιλειαν του θεου και ταυτα παντα προστεθησεται υμιν

32 μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν

33 πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοις βαλαντια μη παλαιουμενα θησαυρον ανεκλειπτον εν τοις ουρανοις οπου κλεπτης ουκ εγγιζει ουδε σης διαφθειρει

34 οπου γαρ εστιν ο θησαυρος υμων εκει και η καρδια υμων εσται

35 εστωσαν υμων αι οσφυες περιεζωσμεναι και οι λυχνοι καιομενοι

36 και υμεις ομοιοι ανθρωποις προσδεχομενοις τον κυριον εαυτων ποτε αναλυσει εκ των γαμων ινα ελθοντος και κρουσαντος ευθεως ανοιξωσιν αυτω

37 μακαριοι οι δουλοι εκεινοι ους ελθων ο κυριος ευρησει γρηγορουντας αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτους και παρελθων διακονησει αυτοις

38 και εαν ελθη εν τη δευτερα φυλακη και εν τη τριτη φυλακη ελθη και ευρη ουτως μακαριοι εισιν οι δουλοι εκεινοι

39 τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια ωρα ο κλεπτης ερχεται εγρηγορησεν αν και ουκ αν αφηκεν διορυγηναι τον οικον αυτου

40 και υμεις ουν γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιος του ανθρωπου ερχεται

Read full chapter