Add parallel Print Page Options

16 εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. 17 καὶ διελογίζετο ἐν [a]ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα [b]τὸν σῖτον καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπεν δὲ αὐτῷ ὁ θεός· [c]Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου [d]ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων [e]ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο [f]λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ [g]ψυχῇ τί φάγητε, μηδὲ τῷ [h]σώματι τί ἐνδύσησθε. 23 [i]γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:17 ἑαυτῷ Treg NIV RP ] αὑτῷ WH
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:18 τὸν σῖτον WH Treg NIV ] τὰ γενήματά μου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:20 Ἄφρων WH Treg NIV ] Ἄφρον RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:20 ἀπαιτοῦσιν NIV RP ] αἰτοῦσιν WH Treg
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:21 ἑαυτῷ Treg NIV RP ] αὑτῷ WH
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 λέγω ὑμῖν WH Treg NIV ] ὑμῖν λέγω RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 ψυχῇ WH Treg NIV ] + ὑμῶν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:22 σώματι Treg NIV RP ] + ὑμῶν WH
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:23 γὰρ WH Treg NIV ] – RP

16 ειπεν δε παραβολην προς αυτους λεγων ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα

17 και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τους καρπους μου

18 και ειπεν τουτο ποιησω καθελω μου τας αποθηκας και μειζονας οικοδομησω και συναξω εκει παντα τα γενηματα μου και τα αγαθα μου

19 και ερω τη ψυχη μου ψυχη εχεις πολλα αγαθα κειμενα εις ετη πολλα αναπαυου φαγε πιε ευφραινου

20 ειπεν δε αυτω ο θεος αφρων ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου α δε ητοιμασας τινι εσται

21 ουτως ο θησαυριζων εαυτω και μη εις θεον πλουτων

22 ειπεν δε προς τους μαθητας αυτου δια τουτο υμιν λεγω μη μεριμνατε τη ψυχη υμων τι φαγητε μηδε τω σωματι τι ενδυσησθε

23 η ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος

Read full chapter