Add parallel Print Page Options

13 Εἶπεν δέ τις [a]ἐκ τοῦ ὄχλου αὐτῷ· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ’ ἐμοῦ τὴν κληρονομίαν. 14 ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν [b]κριτὴν ἢ μεριστὴν ἐφ’ ὑμᾶς; 15 εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ [c]πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ [d]αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων [e]αὐτῷ. 16 εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. 17 καὶ διελογίζετο ἐν [f]ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; 18 καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα [g]τὸν σῖτον καὶ τὰ ἀγαθά μου, 19 καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20 εἶπεν δὲ αὐτῷ ὁ θεός· [h]Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου [i]ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; 21 οὕτως ὁ θησαυρίζων [j]ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:13 ἐκ τοῦ ὄχλου αὐτῷ WH NIV ] αὐτῷ ἐκ τοῦ ὄχλου Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:14 κριτὴν WH Treg NIV ] δικαστὴν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 πάσης WH Treg NIV ] τῆς RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτοῦ WH Treg NIV ] αὐτῷ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:15 αὐτῷ WH Treg NIV ] αὐτοῦ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:17 ἑαυτῷ Treg NIV RP ] αὑτῷ WH
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:18 τὸν σῖτον WH Treg NIV ] τὰ γενήματά μου RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:20 Ἄφρων WH Treg NIV ] Ἄφρον RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:20 ἀπαιτοῦσιν NIV RP ] αἰτοῦσιν WH Treg
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:21 ἑαυτῷ Treg NIV RP ] αὑτῷ WH

13 ειπεν δε τις αυτω εκ του οχλου διδασκαλε ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν

14 ο δε ειπεν αυτω ανθρωπε τις με κατεστησεν δικαστην η μεριστην εφ υμας

15 ειπεν δε προς αυτους ορατε και φυλασσεσθε απο της πλεονεξιας οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτου εστιν εκ των υπαρχοντων αυτου

16 ειπεν δε παραβολην προς αυτους λεγων ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα

17 και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τους καρπους μου

18 και ειπεν τουτο ποιησω καθελω μου τας αποθηκας και μειζονας οικοδομησω και συναξω εκει παντα τα γενηματα μου και τα αγαθα μου

19 και ερω τη ψυχη μου ψυχη εχεις πολλα αγαθα κειμενα εις ετη πολλα αναπαυου φαγε πιε ευφραινου

20 ειπεν δε αυτω ο θεος αφρων ταυτη τη νυκτι την ψυχην σου απαιτουσιν απο σου α δε ητοιμασας τινι εσται

21 ουτως ο θησαυριζων εαυτω και μη εις θεον πλουτων

Read full chapter