Add parallel Print Page Options

38 ὅτι καταβέβηκα [a]ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός [b]με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω [c]αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο [d]γάρ ἐστιν τὸ θέλημα τοῦ [e]πατρός μου ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν [f]ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.

41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· [g]Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς [h]νῦν [i]λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 [j]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ’ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός [k]με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· [l]πᾶς ὁ [m]ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς [n]ἐμέ. 46 οὐχ ὅτι τὸν πατέρα [o]ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ [p]πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· 49 οἱ πατέρες ὑμῶν ἔφαγον [q]ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου [r]ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού [s]ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.

52 Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα [t]αὐτοῦ φαγεῖν; 53 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. 54 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ. 55 ἡ γὰρ σάρξ μου [u]ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμά μου [v]ἀληθής ἐστι πόσις. 56 ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ. 57 καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος [w]ζήσει δι’ ἐμέ. 58 οὗτός ἐστιν ὁ ἄρτος ὁ [x]ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ [y]πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον [z]ζήσει εἰς τὸν αἰῶνα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:38 ἀπὸ WH Treg NIV ] ἐκ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 με WH Treg NIV ] + πατρός RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 αὐτὸ WH Treg RP ] + ἐν NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 γάρ WH Treg NIV ] δέ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 πατρός μου WH Treg NIV ] πέμψαντός με RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 ἐγὼ WH Treg RP ] + ἐν NIV
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 Οὐχ NIV RP ] Οὐχὶ WH Treg
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 νῦν WH Treg NIV ] οὖν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 λέγει WH Treg NIV ] + οὗτος RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:43 ἀπεκρίθη WH Treg NIV ] + οὖν ὁ RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44 με WH Treg NIV ] ἐμέ RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 πᾶς WH Treg NIV ] + οὖν RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἀκούσας WH Treg NIV ] ἀκούων RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἐμέ WH Treg NIV ] με RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:46 ἑώρακέν τις WH Treg NIV ] τις ἑώρακεν RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:47 πιστεύων WH NIV ] + εἰς ἐμέ Treg RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:49 ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NIV ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ζήσει WH NIV ] ζήσεται Treg RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ἐστιν WH Treg NIV ] + ἣν ἐγὼ δώσω RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:52 αὐτοῦ WH NIV ] – Treg RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:55 *ἀληθής WH Treg NIV ] ἀληθῶς RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:55 *ἀληθής WH Treg NIV ] ἀληθῶς RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:57 ζήσει WH Treg NIV ] ζήσεται RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 ἐξ WH Treg NIV ] ἐκ τοῦ RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 πατέρες WH Treg NA ] + ὑμῶν τὸ μάννα NIV RP
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:58 ζήσει WH Treg NIV ] ζήσεται RP