Add parallel Print Page Options

29 ἀπεκρίθη [a]ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ ἔργον τοῦ θεοῦ ἵνα [b]πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30 εἶπον οὖν αὐτῷ· Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς [c]δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· 33 ὁ γὰρ ἄρτος τοῦ θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. 34 εἶπον οὖν πρὸς αὐτόν· Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.

35 [d]Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς [e]ἐμὲ οὐ μὴ [f]διψήσει πώποτε. 36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός [g]με οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκα [h]ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός [i]με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω [j]αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο [k]γάρ ἐστιν τὸ θέλημα τοῦ [l]πατρός μου ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν [m]ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.

41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· [n]Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς [o]νῦν [p]λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29 WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:29 πιστεύητε WH Treg NIV ] πιστεύσητε RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:32 δέδωκεν NIV RP ] ἔδωκεν WH Treg
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 Εἶπεν WH Treg NA ] + οὖν NIV; + δὲ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 ἐμὲ WH Treg NIV ] με RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 διψήσει WH Treg NIV ] διψήσῃ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37 με WH Treg RP ] ἐμὲ NIV
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:38 ἀπὸ WH Treg NIV ] ἐκ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 με WH Treg NIV ] + πατρός RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 αὐτὸ WH Treg RP ] + ἐν NIV
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 γάρ WH Treg NIV ] δέ RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 πατρός μου WH Treg NIV ] πέμψαντός με RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 ἐγὼ WH Treg RP ] + ἐν NIV
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 Οὐχ NIV RP ] Οὐχὶ WH Treg
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 νῦν WH Treg NIV ] οὖν RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 λέγει WH Treg NIV ] + οὗτος RP