Add parallel Print Page Options

Μετὰ ταῦτα ἀπῆλθεν ὁ Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος. [a]ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι [b]ἐθεώρουν τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων. ἀνῆλθεν δὲ εἰς τὸ [c]ὄρος Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ. ἦν δὲ ἐγγὺς τὸ πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων. ἐπάρας οὖν [d]τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν λέγει [e]πρὸς Φίλιππον· Πόθεν [f]ἀγοράσωμεν ἄρτους ἵνα φάγωσιν οὗτοι; τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν. ἀπεκρίθη [g]αὐτῷ Φίλιππος· Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς ἵνα [h]ἕκαστος βραχύ [i]τι λάβῃ. λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου· Ἔστιν [j]παιδάριον ὧδε [k]ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:2 ἠκολούθει δὲ WH Treg NIV ] καὶ ἠκολούθει RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:2 ἐθεώρουν WH Treg NIV ] ἑώρων αὐτοῦ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:3 ὄρος WH Treg NIV ] + ὁ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:5 τοὺς ὀφθαλμοὺς ὁ Ἰησοῦς WH Treg NIV ] ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:5 πρὸς WH Treg NIV ] + τὸν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:5 ἀγοράσωμεν WH Treg NIV ] ἀγοράσομεν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 αὐτῷ WH Treg RP ] + ὁ NIV
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 ἕκαστος WH Treg NIV ] + αὐτῶν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:7 τι RP NIV ] – WH Treg
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:9 παιδάριον WH Treg NIV ] + ἓν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:9 ὃς WH Treg NIV ] ὃ RP