ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1-14
SBL Greek New Testament
5 Μετὰ ταῦτα [a]ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ [b]ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα. 2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα ἡ ἐπιλεγομένη Ἑβραϊστὶ [c]Βηθεσδά, πέντε στοὰς ἔχουσα· 3 ἐν ταύταις κατέκειτο [d]πλῆθος τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, [e]ξηρῶν. 5 ἦν δέ τις ἄνθρωπος ἐκεῖ [f]τριάκοντα ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ [g]αὐτοῦ· 6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· Θέλεις ὑγιὴς γενέσθαι; 7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· Κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ βάλῃ με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ ἄλλος πρὸ ἐμοῦ καταβαίνει. 8 λέγει αὐτῷ ὁ Ἰησοῦς· [h]Ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.
Ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· Σάββατόν ἐστιν, [i]καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν [j]κράβαττον. 11 [k]ὃς δὲ ἀπεκρίθη αὐτοῖς· Ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν Ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει. 12 ἠρώτησαν [l]οὖν αὐτόν· Τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· [m]Ἆρον καὶ περιπάτει; 13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν, ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ. 14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν [n]σοί τι γένηται.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1 ἦν WH Treg NIV ] + ἡ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:1 ἀνέβη WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:2 Βηθεσδά Treg NIV RP ] Βηθζαθά WH NA
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:3 πλῆθος WH Treg NIV ] + πολὺ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:3 ξηρῶν WH Treg NIV ] + ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. 4 ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσεν τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:5 τριάκοντα Treg RP ] + καὶ WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:5 αὐτοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:8 Ἔγειρε WH Treg NIV ] Ἔγειραι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:10 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:10 κράβαττον WH Treg RP ] + σου NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:11 ὃς δὲ WH Treg] ὁ δὲ NIV; – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:12 οὖν Treg RP ] – WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:12 Ἆρον WH NIV ] + τὸν κράβαττόν σου Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 5:14 σοί τι WH Treg NIV ] τί σοι RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software