Add parallel Print Page Options

20 [a]Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον [b]οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ [c]μοι ἀκολούθει. 23 ἐξῆλθεν οὖν [d]οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. [e]οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:20 Ἐπιστραφεὶς WH Treg NIV ] + δὲ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:21 οὖν WH Treg NIV ] – RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:22 μοι ἀκολούθει WH Treg NIV ] ἀκολούθει μοι RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὗτος ὁ λόγος WH Treg NIV ] ὁ λόγος οὗτος RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὐκ εἶπεν δὲ WH Treg NIV ] καὶ οὐκ εἶπεν RP