Add parallel Print Page Options

21 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν [a]ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ [b]πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.

Πρωΐας δὲ ἤδη [c]γενομένης [d]ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. λέγει οὖν αὐτοῖς [e]ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι [f]ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:1 NIV RP ] – WH Treg
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:3 πλοῖον WH Treg NIV ] + εὐθύς RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:4 γενομένης NIV RP ] γινομένης WH Treg
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:4 ἔστη WH Treg NIV ] + ὁ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:5 Treg NIV RP ] – WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:6 ἴσχυον WH Treg NIV ] ἴσχυσαν RP