ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:11-23
SBL Greek New Testament
11 Μαρία δὲ εἱστήκει πρὸς [a]τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, 12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 [b]ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν. 15 λέγει [c]αὐτῇ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει [d]αὐτῇ Ἰησοῦς· [e]Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ [f]Ἑβραϊστί· Ραββουνι (ὃ λέγεται Διδάσκαλε). 17 λέγει [g]αὐτῇ Ἰησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν [h]πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. 18 ἔρχεται [i]Μαριὰμ ἡ Μαγδαληνὴ [j]ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι [k]Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ [l]μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ [m]μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν [n]ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν [o]αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον. 21 εἶπεν οὖν αὐτοῖς [p]ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· Λάβετε πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας [q]ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε κεκράτηνται.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:11 τῷ μνημείῳ ἔξω κλαίουσα WH Treg NIV ] τὸ μνημεῖον κλαίουσα ἔξω RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:14 ταῦτα WH Treg NIV ] Καὶ ταῦτα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:15 αὐτῇ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 αὐτῇ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Μαριάμ WH Treg NIV ] Μαρία RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Ἑβραϊστί WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 αὐτῇ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 πατέρα WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Μαριὰμ WH Treg NIV ] Μαρία RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 ἀγγέλλουσα WH Treg NIV ] ἀπαγγέλλουσα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Ἑώρακα WH Treg NIV ] ἑώρακεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μιᾷ WH Treg NIV ] + τῶν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μαθηταὶ WH Treg NIV ] + συνηγμένοι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 ἔδειξεν NIV ] + καὶ WH Treg; + αὐτοῖς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 αὐτοῖς WH Treg NIV ] αὐτοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:21 ὁ Ἰησοῦς WH NIV RP ] – Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:23 ἀφέωνται WH Treg NIV ] ἀφιένται RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software