ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:3-10
SBL Greek New Testament
3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. 4 [a]καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. 5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· [b]Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε. 6 ἦσαν δὲ ἐκεῖ [c]λίθιναι ὑδρίαι ἓξ [d]κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. 7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. 8 καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· [e]οἱ δὲ ἤνεγκαν. 9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν [f]μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:4 καὶ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:5 Ὅ τι Treg NIV RP ] Ὅτι WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:6 λίθιναι ὑδρίαι WH Treg NIV ] ὑδρίαι λίθιναι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:6 κατὰ … Ἰουδαίων κείμεναι WH Treg NIV ] κείμεναι κατὰ … Ἰουδαίων RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:8 οἱ δὲ WH Treg NIV ] Καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:10 μεθυσθῶσιν WH NIV ] + τότε Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software