Add parallel Print Page Options

12 ἐκ τούτου [a]ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν· οἱ δὲ Ἰουδαῖοι [b]ἐκραύγασαν λέγοντες· Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος· πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι.

13 Ὁ οὖν Πιλᾶτος ἀκούσας [c]τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν, καὶ ἐκάθισεν [d]ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ Γαββαθα. 14 ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα [e]ἦν ὡς ἕκτη. καὶ λέγει τοῖς Ἰουδαίοις· Ἴδε ὁ βασιλεὺς ὑμῶν. 15 [f]ἐκραύγασαν οὖν ἐκεῖνοι· Ἆρον ἆρον, σταύρωσον αὐτόν. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς· Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. 16 τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ.

Παρέλαβον [g]οὖν τὸν [h]Ἰησοῦν· 17 καὶ βαστάζων [i]αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς [j]τὸν λεγόμενον Κρανίου Τόπον, [k]ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα, 18 ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν Ἰησοῦν. 19 ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ· ἦν δὲ γεγραμμένον· Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων. 20 τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, [l]Ῥωμαϊστί, Ἑλληνιστί. 21 ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων· Μὴ γράφε· Ὁ βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς [m]τῶν Ἰουδαίων εἰμί. 22 ἀπεκρίθη ὁ Πιλᾶτος· Ὃ γέγραφα γέγραφα. 23 οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου· 24 εἶπαν οὖν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται· ἵνα ἡ γραφὴ πληρωθῇ [n]ἡ λέγουσα· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.

25 Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. 26 Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ [o]μητρί· Γύναι, [p]ἴδε ὁ υἱός σου· 27 εἶτα λέγει τῷ μαθητῇ· [q]Ἴδε ἡ μήτηρ σου. καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

28 Μετὰ τοῦτο [r]εἰδὼς ὁ Ἰησοῦς ὅτι [s]ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει· Διψῶ. 29 [t]σκεῦος ἔκειτο ὄξους μεστόν· [u]σπόγγον οὖν μεστὸν τοῦ ὄξους [v]ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι. 30 ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν· Τετέλεσται, καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:12 ὁ Πιλᾶτος ἐζήτει WH Treg NIV ] ἐζήτει ὁ Πιλᾶτος RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:12 ἐκραύγασαν WH Treg NIV ] ἔκραζον RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13 τῶν λόγων τούτων WH Treg NIV ] τοῦτον τὸν λόγον RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:13 ἐπὶ WH Treg NIV ] + τοῦ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:14 ἦν ὡς WH Treg NIV ] δὲ ὡσεὶ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:15 ἐκραύγασαν οὖν ἐκεῖνοι WH Treg NIV ] Οἱ δὲ ἐκραύγασαν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:16 οὖν WH Treg NIV ] δὲ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:16 Ἰησοῦν WH Treg NIV ] + καὶ ἤγαγον RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 αὑτῷ τὸν σταυρὸν WH Treg ] ἑαυτῷ τὸν σταυρὸν NIV; τὸν σταυρὸν αὐτοῦ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 τὸν WH Treg NIV ] τόπον RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:17 WH Treg NIV ] ὅς RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:20 Ῥωμαϊστί Ἑλληνιστί WH Treg NIV ] Ἑλληνιστί Ῥωμαϊστί RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:21 τῶν Ἰουδαίων εἰμί WH Treg ] εἰμι τῶν Ἰουδαίων NIV RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:24 ἡ λέγουσα Treg NIV RP ] – WH
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26 μητρί WH Treg NIV ] + αὐτοῦ RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:26 ἴδε WH Treg NIV ] ἰδοὺ RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:27 Ἴδε WH Treg NIV ] Ἰδοὺ RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28 εἰδὼς WH Treg NIV ] ἰδὼν RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:28 ἤδη πάντα WH Treg NIV ] πάντα ἤδη RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 σκεῦος WH Treg NIV ] + οὖν RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 σπόγγον οὖν μεστὸν τοῦ WH Treg NIV ] οἱ δέ πλήσαντες σπόγγον RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:29 ὑσσώπῳ WH Treg NIV ] καὶ ὑσσώπῳ RP