ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:12-40
SBL Greek New Testament
12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν 13 καὶ [a]ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· 14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον [b]ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος [c]καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, 16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος [d]ὁ γνωστὸς [e]τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 λέγει οὖν [f]τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί. 18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ [g]καὶ ὁ Πέτρος μετ’ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 ἀπεκρίθη [h]αὐτῷ Ἰησοῦς· Ἐγὼ παρρησίᾳ [i]λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου [j]πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· 21 τί με [k]ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. 22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς [l]παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 ἀπεκρίθη [m]αὐτῷ Ἰησοῦς· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; 24 ἀπέστειλεν [n]οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
25 Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; [o]ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν· Οὐκ εἰμί. 26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ; 27 πάλιν οὖν [p]ἠρνήσατο Πέτρος· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ· καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν [q]ἀλλὰ φάγωσιν τὸ πάσχα. 29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος [r]ἔξω πρὸς αὐτοὺς καὶ [s]φησίν· Τίνα κατηγορίαν φέρετε [t]κατὰ τοῦ ἀνθρώπου τούτου; 30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Εἰ μὴ ἦν οὗτος [u]κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν. 31 εἶπεν οὖν αὐτοῖς [v]ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. [w]εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα· 32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
33 Εἰσῆλθεν οὖν [x]πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; 34 [y]ἀπεκρίθη Ἰησοῦς· [z]Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι [aa]εἶπόν σοι περὶ ἐμοῦ; 35 ἀπεκρίθη ὁ Πιλᾶτος· Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας; 36 ἀπεκρίθη Ἰησοῦς· Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται [ab]οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν. 37 εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· Οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη [ac]ὁ Ἰησοῦς· Σὺ λέγεις ὅτι βασιλεύς [ad]εἰμι. ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ· πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς. 38 λέγει αὐτῷ ὁ Πιλᾶτος· Τί ἐστιν ἀλήθεια;
Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ἐγὼ οὐδεμίαν [ae]εὑρίσκω ἐν αὐτῷ αἰτίαν· 39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα [af]ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν [ag]ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; 40 ἐκραύγασαν οὖν [ah]πάλιν λέγοντες· Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν. ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:13 ἤγαγον WH Treg NIV ] ἀπήγαγον αὐτὸν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:14 ἀποθανεῖν WH Treg NIV ] ἀπολέσθαι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:15 καὶ WH NIV ] + ὁ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:16 ὁ WH Treg NIV ] ὅς ἦν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:16 τοῦ ἀρχιερέως WH Treg NIV ] τῷ ἀρχιερεῖ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:17 τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός WH Treg NIV ] ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:18 καὶ ὁ Πέτρος μετ᾽ αὐτῶν WH Treg NIV ] μετ᾽ αὐτῶν ὁ Πέτρος RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:20 αὐτῷ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:20 λελάληκα WH Treg NIV ] ἐλάλησα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:20 πάντες WH Treg NIV ] πάντοτε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:21 ἐρωτᾷς; ἐρώτησον WH Treg NIV ] ἐπερωτᾷς; Ἐπερώτησον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:22 παρεστηκὼς τῶν ὑπηρετῶν WH Treg NIV ] τῶν ὑπηρετῶν παρεστηκὼς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:23 αὐτῷ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:24 οὖν WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:25 ἠρνήσατο WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:27 ἠρνήσατο WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:28 ἀλλὰ WH Treg NIV ] ἀλλ᾽ ἵνα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 ἔξω WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 φησίν WH Treg NIV ] εἶπεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:29 κατὰ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:30 κακὸν ποιῶν WH Treg NIV ] κακοποιός RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:31 ὁ Treg NIV RP ] – WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:31 εἶπον WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:33 πάλιν εἰς τὸ πραιτώριον WH Treg NIV ] εἰς τὸ πραιτώριον πάλιν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:34 ἀπεκρίθη WH Treg NIV ] + αὐτῷ ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:34 Ἀπὸ σεαυτοῦ WH Treg NIV ] Ἀφ᾽ ἑαυτοῦ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:34 εἶπόν σοι WH Treg NIV ] σοι εἶπόν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:36 οἱ ἐμοὶ ἠγωνίζοντο ἄν WH Treg NIV ] ἄν οἱ ἐμοὶ ἠγωνίζοντο RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:37 ὁ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:37 εἰμι WH Treg NIV ] + ἐγώ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:38 εὑρίσκω ἐν αὐτῷ αἰτίαν WH Treg NIV ] αἰτίαν εὑρίσκω ἐν αὐτῷ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:39 *ἀπολύσω ὑμῖν WH Treg NIV ] ὑμῖν ἀπολύσω RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:39 *ἀπολύσω ὑμῖν WH Treg NIV ] ὑμῖν ἀπολύσω RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:40 πάλιν WH NIV ] + πάντες Treg RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software