ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:1-24
SBL Greek New Testament
18 Ταῦτα [a]εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου [b]τοῦ Κεδρὼν ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ. 2 ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις [c]συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ. 3 ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ [d]ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων. 4 Ἰησοῦς [e]οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν [f]ἐξῆλθεν, καὶ λέγει αὐτοῖς· Τίνα ζητεῖτε; 5 ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει [g]αὐτοῖς· Ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν. 6 ὡς οὖν εἶπεν [h]αὐτοῖς· Ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί. 7 πάλιν οὖν [i]ἐπηρώτησεν αὐτούς· Τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον. 8 ἀπεκρίθη Ἰησοῦς· Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι· εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν· 9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι Οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα. 10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ [j]ὠτάριον τὸ δεξιόν. ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος. 11 εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· Βάλε τὴν [k]μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;
12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν 13 καὶ [l]ἤγαγον πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου· 14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον [m]ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος [n]καὶ ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, 16 ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος [o]ὁ γνωστὸς [p]τοῦ ἀρχιερέως καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον. 17 λέγει οὖν [q]τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός· Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· Οὐκ εἰμί. 18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ [r]καὶ ὁ Πέτρος μετ’ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ. 20 ἀπεκρίθη [s]αὐτῷ Ἰησοῦς· Ἐγὼ παρρησίᾳ [t]λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου [u]πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν· 21 τί με [v]ἐρωτᾷς; ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ. 22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς [w]παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ; 23 ἀπεκρίθη [x]αὐτῷ Ἰησοῦς· Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; 24 ἀπέστειλεν [y]οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:1 εἰπὼν WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:1 τοῦ Treg NIV ] τῶν WH RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:2 συνήχθη WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:3 ἐκ τῶν WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 οὖν WH NIV RP ] δὲ Treg
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:4 ἐξῆλθεν καὶ λέγει WH Treg NIV ] ἐξελθὼν εἶπεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:5 αὐτοῖς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:6 αὐτοῖς WH Treg NIV ] + ὅτι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:7 ἐπηρώτησεν αὐτούς WH Treg NIV ] αὐτούς ἐπηρώτησεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:10 ὠτάριον WH Treg NIV ] ὠτίον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:11 μάχαιραν WH Treg NIV ] + σου RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:13 ἤγαγον WH Treg NIV ] ἀπήγαγον αὐτὸν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:14 ἀποθανεῖν WH Treg NIV ] ἀπολέσθαι RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:15 καὶ WH NIV ] + ὁ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:16 ὁ WH Treg NIV ] ὅς ἦν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:16 τοῦ ἀρχιερέως WH Treg NIV ] τῷ ἀρχιερεῖ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:17 τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός WH Treg NIV ] ἡ παιδίσκη ἡ θυρωρός τῷ Πέτρῳ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:18 καὶ ὁ Πέτρος μετ᾽ αὐτῶν WH Treg NIV ] μετ᾽ αὐτῶν ὁ Πέτρος RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:20 αὐτῷ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:20 λελάληκα WH Treg NIV ] ἐλάλησα RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:20 πάντες WH Treg NIV ] πάντοτε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:21 ἐρωτᾷς; ἐρώτησον WH Treg NIV ] ἐπερωτᾷς; Ἐπερώτησον RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:22 παρεστηκὼς τῶν ὑπηρετῶν WH Treg NIV ] τῶν ὑπηρετῶν παρεστηκὼς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:23 αὐτῷ WH Treg NIV ] + ὁ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 18:24 οὖν WH Treg NIV ] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software