Add parallel Print Page Options

13 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι [a]ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς. καὶ δείπνου [b]γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν [c]ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος [d]Ἰσκαριώτου, [e]εἰδὼς ὅτι πάντα [f]ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:1 ἦλθεν WH Treg NIV ] ἐλήλυθεν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 γινομένου WH Treg NIV ] γενομένου RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκ. WH Treg NIV] Ἰούδα Σίμωνος Ἰσκ. ἵνα αὐτὸν παραδῷ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:2 Ἰσκαριώτου NIV RP ] Ἰσκαριώτης WH Treg
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 εἰδὼς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 13:3 ἔδωκεν WH Treg NIV ] δέδωκεν RP