Add parallel Print Page Options

55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν [a]δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι [b]ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

12 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν [c]Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν [d]Ἰησοῦς. ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν [e]ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· ἡ οὖν [f]Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. λέγει [g]δὲ [h]Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι· Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον [i]ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, [j]ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου [k]τηρήσῃ αὐτό· τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.

Ἔγνω [l]οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.

12 Τῇ ἐπαύριον [m]ὁ ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται [n]ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, 13 ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ [o]ἐκραύγαζον· Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, [p]καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ. 14 εὑρὼν δὲ ὁ Ἰησοῦς ὀνάριον ἐκάθισεν ἐπ’ αὐτό, καθώς ἐστιν γεγραμμένον· 15 Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου. 16 [q]ταῦτα οὐκ ἔγνωσαν [r]αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλ’ ὅτε ἐδοξάσθη Ἰησοῦς τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα καὶ ταῦτα ἐποίησαν αὐτῷ. 17 ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ’ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. 18 διὰ τοῦτο [s]καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος ὅτι [t]ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. 19 οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς· Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε ὁ [u]κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 δὲ WH Treg NIV ] + καὶ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 ἐντολὰς WH Treg NIV ] ἐντολήν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Λάζαρος WH NIV ] + ὁ τεθνηκώς Treg RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Ἰησοῦς WH NIV] ὁ Ἰησοῦς Treg; – RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:2 ἐκ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:4 δὲ WH NIV ] οὖν Treg RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:4 Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ WH Treg ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ NIV; εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:6 ἔχων WH Treg NIV ] εἶχεν καὶ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:7 ἵνα WH Treg NIV ] – RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:7 τηρήσῃ WH Treg NIV ] τετήρηκεν RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:9 οὖν Treg RP ] + ὁ WH NIV
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:12 *ὁ WH NIV ] – Treg RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:12 *ὁ NIV ] – WH Treg RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13 ἐκραύγαζον WH Treg NIV ] ἔκραζον RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:13 καὶ ὁ WH Treg NIV ] – RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:16 ταῦτα WH Treg NIV ] + δὲ RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:16 αὐτοῦ οἱ μαθηταὶ WH NIV ] οἱ μαθηταὶ αὐτοῦ Treg RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:18 καὶ WH RP NA ] – Treg NIV
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:18 ἤκουσαν WH Treg NIV ] ἤκουσεν RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:19 κόσμος WH Treg RP NA ] + ὅλος NIV