ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:55-12:11
SBL Greek New Testament
55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν [a]δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι [b]ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.
12 Ὁ οὖν Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν [c]Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν [d]Ἰησοῦς. 2 ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν [e]ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ· 3 ἡ οὖν [f]Μαριὰμ λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου ἤλειψεν τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. 4 λέγει [g]δὲ [h]Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ, ὁ μέλλων αὐτὸν παραδιδόναι· 5 Διὰ τί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων καὶ ἐδόθη πτωχοῖς; 6 εἶπεν δὲ τοῦτο οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ’ ὅτι κλέπτης ἦν καὶ τὸ γλωσσόκομον [i]ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. 7 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἄφες αὐτήν, [j]ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου [k]τηρήσῃ αὐτό· 8 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
9 Ἔγνω [l]οὖν ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ’ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν ὃν ἤγειρεν ἐκ νεκρῶν. 10 ἐβουλεύσαντο δὲ οἱ ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, 11 ὅτι πολλοὶ δι’ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.
Footnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 δὲ WH Treg NIV ] + καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 ἐντολὰς WH Treg NIV ] ἐντολήν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Λάζαρος WH NIV ] + ὁ τεθνηκώς Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:1 Ἰησοῦς WH NIV] ὁ Ἰησοῦς Treg; – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:2 ἐκ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:3 Μαριὰμ WH Treg NIV ] Μαρία RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:4 δὲ WH NIV ] οὖν Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:4 Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν μαθητῶν αὐτοῦ WH Treg ] Ἰούδας ὁ Ἰσκαριώτης εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ NIV; εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ Ἰούδας Σίμωνος Ἰσκαριώτης RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:6 ἔχων WH Treg NIV ] εἶχεν καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:7 ἵνα WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:7 τηρήσῃ WH Treg NIV ] τετήρηκεν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:9 οὖν Treg RP ] + ὁ WH NIV
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software