Add parallel Print Page Options

17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας [a]ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ. 18 ἦν δὲ [b]ἡ Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε. 19 [c]πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς [d]τὴν Μάρθαν καὶ [e]Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ [f]ἀδελφοῦ. 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ· [g]Μαρία δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο. 21 εἶπεν οὖν [h]ἡ Μάρθα πρὸς [i]τὸν Ἰησοῦν· Κύριε, εἰ ἦς ὧδε [j]οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου· 22 [k]καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν θεὸν δώσει σοι ὁ θεός. 23 λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἀναστήσεται ὁ ἀδελφός σου. 24 λέγει αὐτῷ [l]ἡ Μάρθα· Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 25 εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή· ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται, 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα· πιστεύεις τοῦτο; 27 λέγει αὐτῷ· Ναί, κύριε· ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:17 ἤδη ἡμέρας WH Treg NIV ] ἡμέρας ἤδη RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:18 Treg NIV RP ] – WH
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 πολλοὶ δὲ WH Treg NIV ] καὶ πολλοὶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 τὴν WH Treg NIV ] τὰς περὶ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:19 ἀδελφοῦ WH Treg NIV ] + αὐτῶν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:20 Μαρία Treg RP ] Μαριὰμ WH NIV
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 τὸν Treg NIV RP ] – WH
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:21 οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου WH Treg NIV ] ὁ ἀδελφός μου οὐκ ἂν ἐτεθνήκει RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:22 καὶ WH Treg ] ἀλλὰ καὶ NIV RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:24 WH Treg NIV ] – RP