ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:14-24
SBL Greek New Testament
14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας· 15 (Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν [a]ὃν εἶπον· Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν·) 16 [b]ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· 17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. 18 θεὸν οὐδεὶς ἑώρακεν πώποτε· [c]μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.
19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε [d]ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι [e]Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός. 21 καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; [f]σὺ Ἠλίας εἶ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· Οὔ. 22 εἶπαν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
24 [g]Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:15 ὃν εἶπον Treg NIV RP ] ὁ εἰπών WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:16 ὅτι WH Treg NIV ] Καὶ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:18 μονογενὴς θεὸς WH Treg NIV ] ὁ μονογενὴς υἱός RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:19 ἀπέστειλαν NIV RP ] + πρὸς αὐτὸν WH Treg NA
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:20 Ἐγὼ οὐκ εἰμὶ WH Treg NIV ] Οὐκ εἰμὶ ἐγὼ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:21 σὺ Ἠλίας εἶ WH Treg NIV ] Ἠλίας εἶ σύ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:24 Καὶ WH Treg NIV ] + οἱ RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software