23 Therefore his parents said, (A)“He is of age; ask him.”

24 So for the second time they called the man who had been blind and said to him, (B)“Give glory to God. We know that (C)this man is a sinner.” 25 He answered, “Whether he is a sinner I do not know. One thing I do know, that though I (D)was blind, now I see.” 26 They said to him, “What did he do to you? How did he open your eyes?” 27 He answered them, (E)“I have told you already, and you would not listen. Why do you want to hear it again? Do you also want to become his disciples?” 28 And they reviled him, saying, “You are his disciple, but (F)we are disciples of Moses. 29 We know that God has spoken to Moses, but as for this man, (G)we do not know where he comes from.” 30 The man answered, “Why, this is (H)an amazing thing! (I)You do not know where he comes from, and yet he opened my eyes. 31 We know that (J)God does not listen to sinners, but (K)if anyone is a worshiper of God and does his will, God listens to him. 32 Never since the world began has it been heard that anyone opened the eyes of a man born blind. 33 (L)If this man were not from God, he could do nothing.” 34 They answered him, (M)“You were born in utter sin, and would you teach us?” And they (N)cast him out.

Read full chapter

23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι Ἡλικίαν ἔχει, αὐτὸν [a]ἐπερωτήσατε.

24 Ἐφώνησαν οὖν [b]τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι [c]οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν [d]ἐκεῖνος· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπον [e]οὖν αὐτῷ· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 [f]ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ [g]μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν [h]τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31 [i]οἴδαμεν ὅτι [j]ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:23 ἐπερωτήσατε WH NIV ] ἐρωτήσατε Treg RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:24 τὸν ἄνθρωπον ἐκ δευτέρου WH Treg NIV ] ἐκ δευτέρου τὸν ἄνθρωπον RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:24 οὗτος ὁ ἄνθρωπος WH NIV ] ὁ ἄνθρωπος οὗτος Treg RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:25 ἐκεῖνος WH Treg NIV ] + καὶ εἶπεν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:26 οὖν αὐτῷ WH Treg NIV ] δὲ αὐτῷ πάλιν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:28 ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NIV; οἱ δὲ ἐλοιδόρησαν Treg
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:28 μαθητὴς εἶ WH Treg NIV ] εἶ μαθητὴς RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:30 τούτῳ γὰρ τὸ WH Treg NIV ] γὰρ τούτῳ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:31 οἴδαμεν WH Treg NIV ] + δὲ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:31 ἁμαρτωλῶν ὁ θεὸς NIV RP ] ὁ θεὸς ἁμαρτωλῶν WH Treg