Add parallel Print Page Options

24 Ἐφώνησαν οὖν [a]τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· Δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι [b]οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν. 25 ἀπεκρίθη οὖν [c]ἐκεῖνος· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 26 εἶπον [d]οὖν αὐτῷ· Τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς; 27 ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; 28 [e]ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· Σὺ [f]μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. 30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· Ἐν [g]τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς. 31 [h]οἴδαμεν ὅτι [i]ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. 32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.

35 [j]Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν [k]εἶπεν· Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ [l]ἀνθρώπου; 36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· Καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; 37 [m]εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. 38 ὁ δὲ ἔφη· Πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:24 τὸν ἄνθρωπον ἐκ δευτέρου WH Treg NIV ] ἐκ δευτέρου τὸν ἄνθρωπον RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:24 οὗτος ὁ ἄνθρωπος WH NIV ] ὁ ἄνθρωπος οὗτος Treg RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:25 ἐκεῖνος WH Treg NIV ] + καὶ εἶπεν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:26 οὖν αὐτῷ WH Treg NIV ] δὲ αὐτῷ πάλιν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:28 ἐλοιδόρησαν RP ] καὶ ἐλοιδόρησαν WH NIV; οἱ δὲ ἐλοιδόρησαν Treg
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:28 μαθητὴς εἶ WH Treg NIV ] εἶ μαθητὴς RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:30 τούτῳ γὰρ τὸ WH Treg NIV ] γὰρ τούτῳ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:31 οἴδαμεν WH Treg NIV ] + δὲ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:31 ἁμαρτωλῶν ὁ θεὸς NIV RP ] ὁ θεὸς ἁμαρτωλῶν WH Treg
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35 Ἤκουσεν WH NIV ] + ὁ Treg RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35 εἶπεν WH NIV ] + αὐτῷ Treg RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:35 ἀνθρώπου WH NIV ] θεοῦ Treg RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 9:37 εἶπεν WH Treg NIV ] + δὲ RP

24 εφωνησαν ουν εκ δευτερου τον ανθρωπον ος ην τυφλος και ειπον αυτω δος δοξαν τω θεω ημεις οιδαμεν οτι ο ανθρωπος ουτος αμαρτωλος εστιν

25 απεκριθη ουν εκεινος και ειπεν ει αμαρτωλος εστιν ουκ οιδα εν οιδα οτι τυφλος ων αρτι βλεπω

26 ειπον δε αυτω παλιν τι εποιησεν σοι πως ηνοιξεν σου τους οφθαλμους

27 απεκριθη αυτοις ειπον υμιν ηδη και ουκ ηκουσατε τι παλιν θελετε ακουειν μη και υμεις θελετε αυτου μαθηται γενεσθαι

28 ελοιδορησαν ουν αυτον και ειπον συ ει μαθητης εκεινου ημεις δε του μωσεως εσμεν μαθηται

29 ημεις οιδαμεν οτι μωση λελαληκεν ο θεος τουτον δε ουκ οιδαμεν ποθεν εστιν

30 απεκριθη ο ανθρωπος και ειπεν αυτοις εν γαρ τουτω θαυμαστον εστιν οτι υμεις ουκ οιδατε ποθεν εστιν και ανεωξεν μου τους οφθαλμους

31 οιδαμεν δε οτι αμαρτωλων ο θεος ουκ ακουει αλλ εαν τις θεοσεβης η και το θελημα αυτου ποιη τουτου ακουει

32 εκ του αιωνος ουκ ηκουσθη οτι ηνοιξεν τις οφθαλμους τυφλου γεγεννημενου

33 ει μη ην ουτος παρα θεου ουκ ηδυνατο ποιειν ουδεν

34 απεκριθησαν και ειπον αυτω εν αμαρτιαις συ εγεννηθης ολος και συ διδασκεις ημας και εξεβαλον αυτον εξω

35 ηκουσεν ο ιησους οτι εξεβαλον αυτον εξω και ευρων αυτον ειπεν αυτω συ πιστευεις εις τον υιον του θεου

36 απεκριθη εκεινος και ειπεν τις εστιν κυριε ινα πιστευσω εις αυτον

37 ειπεν δε αυτω ο ιησους και εωρακας αυτον και ο λαλων μετα σου εκεινος εστιν

38 ο δε εφη πιστευω κυριε και προσεκυνησεν αυτω

Read full chapter