49 Jesus answered, “I do not have a demon, but (A)I honor my Father, and you dishonor me. 50 Yet (B)I do not seek my own glory; there is One who seeks it, and he is the judge. 51 Truly, truly, (C)I say to you, if anyone keeps my word, he will never (D)see death.” 52 The Jews said to him, “Now we know that you have a demon! (E)Abraham died, as did the prophets, yet (F)you say, ‘If anyone keeps my word, he will never (G)taste death.’ 53 (H)Are you greater than our father Abraham, who died? And the prophets died! Who do you make yourself out to be?” 54 Jesus answered, (I)“If I glorify myself, my glory is nothing. (J)It is my Father who glorifies me, (K)of whom you say, ‘He is our God.’[a] 55 But (L)you have not known him. (M)I know him. If I were to say that I do not know him, I would be (N)a liar (O)like you, but I do know him and I keep his word. 56 (P)Your father Abraham (Q)rejoiced (R)that he would see my day. (S)He saw it and was glad.” 57 So the Jews said to him, “You are not yet fifty years old, and have you seen Abraham?”[b] 58 Jesus said to them, “Truly, truly, I say to you, before Abraham was, (T)I am.” 59 So (U)they picked up stones to throw at him, but Jesus hid himself and went out of the temple.

Read full chapter

Footnotes

  1. John 8:54 Some manuscripts your God
  2. John 8:57 Some manuscripts has Abraham seen you?

49 ἀπεκρίθη Ἰησοῦς· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. 50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. 51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν [a]ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 52 [b]εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· Ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα· 53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα [c]σεαυτὸν ποιεῖς; 54 ἀπεκρίθη Ἰησοῦς· Ἐὰν ἐγὼ [d]δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς [e]ἡμῶν ἐστιν, 55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν· κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος [f]ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 56 Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. 57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; 58 εἶπεν [g]αὐτοῖς Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. 59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν· Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ [h]ἱεροῦ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:51 ἐμὸν λόγον WH Treg NIV ] λόγον τὸν ἐμὸν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:52 εἶπον WH Treg ] + οὖν NIV RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:53 σεαυτὸν WH Treg NIV ] + σὺ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:54 δοξάσω WH Treg NIV ] δοξάζω RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:54 ἡμῶν Treg NIV RP ] ὑμῶν WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:55 ὑμῖν WH Treg NIV ] ὑμῶν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:58 αὐτοῖς WH Treg NIV ] + ὁ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:59 ἱεροῦ WH Treg NIV ] + διελθὼν διὰ μέσου αὐτῶν καὶ παρῆγεν οὕτως RP