Add parallel Print Page Options

39 Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Εἰ τέκνα τοῦ Ἀβραάμ [a]ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ [b]ἐποιεῖτε· 40 νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. [c]εἶπαν αὐτῷ· Ἡμεῖς ἐκ πορνείας [d]οὐ γεγεννήμεθα· ἕνα πατέρα ἔχομεν τὸν θεόν. 42 [e]εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα, ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν. 43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ [f]οὐκ ἔστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ. 45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετέ μοι. 46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; [g]εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; 47 ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ.

48 [h]Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:39 ἐστε WH Treg NA ] ἦτε NIV RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:39 ἐποιεῖτε Treg NIV RP ] ποιεῖτε WH
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:41 εἶπαν WH Treg NIV ] + οὖν RP NA
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:41 οὐ γεγεννήμεθα NIV RP ] οὐκ ἐγεννήθημεν WH Treg
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:42 εἶπεν WH Treg NIV ] + οὖν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:44 οὐκ ἔστηκεν WH NIV ] οὐχ ἕστηκεν Treg RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:46 εἰ WH Treg NIV ] + δὲ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 8:48 Ἀπεκρίθησαν WH Treg NIV ] + οὖν RP