Add parallel Print Page Options

32 Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν [a]οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. 33 εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι [b]χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 ζητήσετέ με καὶ οὐχ [c]εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας; 36 τίς ἐστιν [d]ὁ λόγος οὗτος ὃν εἶπε· Ζητήσετέ με καὶ οὐχ [e]εὑρήσετέ, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;

37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς, καὶ ἔκραξεν λέγων· Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 38 ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος [f]οὗ ἔμελλον λαμβάνειν οἱ [g]πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν [h]πνεῦμα, ὅτι Ἰησοῦς [i]οὐδέπω ἐδοξάσθη.

40 [j]Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες [k]τῶν λόγων τούτων [l]ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· 41 ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· [m]οἱ δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 42 [n]οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ, [o]ἔρχεται ὁ χριστός; 43 σχίσμα οὖν [p]ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν. 44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ’ οὐδεὶς [q]ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:32 οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας WH Treg NIV ] ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:33 χρόνον μικρὸν WH Treg NIV ] μικρὸν χρόνον RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:34 εὑρήσετέ Treg RP ] + με WH NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:36 ὁ λόγος οὗτος WH Treg NIV ] οὗτος ὁ λόγος RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:36 εὑρήσετέ Treg RP ] + με WH NIV
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 οὗ WH Treg RP ] ὃ NIV
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 πιστεύσαντες WH Treg NIV ] πιστεύοντες RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 πνεῦμα WH NA ] + ἅγιον Treg RP; + δεδομένον NIV
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:39 οὐδέπω NIV RP ] οὔπω WH Treg
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 Ἐκ τοῦ ὄχλου οὖν WH Treg NIV ] Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 τῶν λόγων τούτων WH Treg NIV ] τὸν λόγον RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:40 ἔλεγον Treg NIV RP ] + ὅτι WH
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:41 οἱ δὲ WH Treg NIV ] Ἄλλοι RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:42 οὐχ WH Treg NIV ] Οὐχὶ RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:42 ἔρχεται ὁ χριστός WH Treg NIV ] ὁ χριστός ἔρχεται RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:43 ἐγένετο ἐν τῷ ὄχλῳ WH Treg NIV ] ἐν τῷ ὄχλῳ ἐγένετο RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:44 ἐπέβαλεν NIV RP ] ἔβαλεν WH Treg

32 ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντος περι αυτου ταυτα και απεστειλαν οι φαρισαιοι και οι αρχιερεις υπηρετας ινα πιασωσιν αυτον

33 ειπεν ουν αυτοις ο ιησους ετι μικρον χρονον μεθ υμων ειμι και υπαγω προς τον πεμψαντα με

34 ζητησετε με και ουχ ευρησετε και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν

35 ειπον ουν οι ιουδαιοι προς εαυτους που ουτος μελλει πορευεσθαι οτι ημεις ουχ ευρησομεν αυτον μη εις την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τους ελληνας

36 τις εστιν ουτος ο λογος ον ειπεν ζητησετε με και ουχ ευρησετε και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν

37 εν δε τη εσχατη ημερα τη μεγαλη της εορτης ειστηκει ο ιησους και εκραξεν λεγων εαν τις διψα ερχεσθω προς με και πινετω

38 ο πιστευων εις εμε καθως ειπεν η γραφη ποταμοι εκ της κοιλιας αυτου ρευσουσιν υδατος ζωντος

39 τουτο δε ειπεν περι του πνευματος ου εμελλον λαμβανειν οι πιστευοντες εις αυτον ουπω γαρ ην πνευμα αγιον οτι ο ιησους ουδεπω εδοξασθη

40 πολλοι ουν εκ του οχλου ακουσαντες τον λογον ελεγον ουτος εστιν αληθως ο προφητης

41 αλλοι ελεγον ουτος εστιν ο χριστος αλλοι δε ελεγον μη γαρ εκ της γαλιλαιας ο χριστος ερχεται

42 ουχι η γραφη ειπεν οτι εκ του σπερματος δαβιδ και απο βηθλεεμ της κωμης οπου ην δαβιδ ο χριστος ερχεται

43 σχισμα ουν εν τω οχλω εγενετο δι αυτον

44 τινες δε ηθελον εξ αυτων πιασαι αυτον αλλ ουδεις επεβαλεν επ αυτον τας χειρας

Read full chapter