Add parallel Print Page Options

Καὶ [a]μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου [b]θεωρήσουσιν [c]σοῦ τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γάρ [d]τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. ὑμεῖς ἀνάβητε εἰς τὴν [e]ἑορτήν· ἐγὼ [f]οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ [g]ἐμὸς καιρὸς οὔπω πεπλήρωται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:1 μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς WH Treg NIV ] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:3 θεωρήσουσιν WH Treg NIV ] θεωρήσωσιν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:3 σοῦ τὰ ἔργα WH Treg NA ] τὰ ἔργα σου RP; τὰ ἔργα NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:4 τι ἐν κρυπτῷ WH Treg NIV ] ἐν κρυπτῷ τι RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:8 ἑορτήν WH Treg NIV ] + ταύτην RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:8 οὐκ Treg NA ] οὔπω WH NIV RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:8 ἐμὸς καιρὸς WH Treg NIV ] καιρὸς ὁ ἐμὸς RP

και περιεπατει ο ιησους μετα ταυτα εν τη γαλιλαια ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι

ην δε εγγυς η εορτη των ιουδαιων η σκηνοπηγια

ειπον ουν προς αυτον οι αδελφοι αυτου μεταβηθι εντευθεν και υπαγε εις την ιουδαιαν ινα και οι μαθηται σου θεωρησωσιν τα εργα σου α ποιεις

ουδεις γαρ εν κρυπτω τι ποιει και ζητει αυτος εν παρρησια ειναι ει ταυτα ποιεις φανερωσον σεαυτον τω κοσμω

ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον

λεγει ουν αυτοις ο ιησους ο καιρος ο εμος ουπω παρεστιν ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος

ου δυναται ο κοσμος μισειν υμας εμε δε μισει οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν

υμεις αναβητε εις την εορτην ταυτην εγω ουπω αναβαινω εις την εορτην ταυτην οτι ο καιρος ο εμος ουπω πεπληρωται

Read full chapter