Add parallel Print Page Options

Καὶ [a]μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία. εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου [b]θεωρήσουσιν [c]σοῦ τὰ ἔργα ἃ ποιεῖς· οὐδεὶς γάρ [d]τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι· εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:1 μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς WH Treg NIV ] περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:3 θεωρήσουσιν WH Treg NIV ] θεωρήσωσιν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:3 σοῦ τὰ ἔργα WH Treg NA ] τὰ ἔργα σου RP; τὰ ἔργα NIV
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 7:4 τι ἐν κρυπτῷ WH Treg NIV ] ἐν κρυπτῷ τι RP

και περιεπατει ο ιησους μετα ταυτα εν τη γαλιλαια ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι

ην δε εγγυς η εορτη των ιουδαιων η σκηνοπηγια

ειπον ουν προς αυτον οι αδελφοι αυτου μεταβηθι εντευθεν και υπαγε εις την ιουδαιαν ινα και οι μαθηται σου θεωρησωσιν τα εργα σου α ποιεις

ουδεις γαρ εν κρυπτω τι ποιει και ζητει αυτος εν παρρησια ειναι ει ταυτα ποιεις φανερωσον σεαυτον τω κοσμω

ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον

λεγει ουν αυτοις ο ιησους ο καιρος ο εμος ουπω παρεστιν ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος

Read full chapter