Add parallel Print Page Options

59 ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ.

60 Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπαν· Σκληρός ἐστιν [a]ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν; 61 εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς· Τοῦτο ὑμᾶς σκανδαλίζει; 62 ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; 63 τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ [b]λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν. 64 ἀλλὰ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. 65 καὶ ἔλεγεν· Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ [c]πατρός.

66 Ἐκ τούτου πολλοὶ [d]ἐκ [e]τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ’ αὐτοῦ περιεπάτουν. 67 εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; 68 [f]ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις, 69 καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ [g]ἅγιος τοῦ [h]θεοῦ. 70 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην; καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν. 71 ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος [i]Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν [j]παραδιδόναι αὐτόν, [k]εἷς ἐκ τῶν δώδεκα.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:60 ὁ λόγος οὗτος WH Treg NIV ] οὗτος ὁ λόγος RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:63 λελάληκα WH Treg NIV ] λαλῶ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:65 πατρός WH Treg NIV ] + μου RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:66 ἐκ WH Treg NIV ] – RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:66 τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον WH Treg NIV ] ἀπῆλθον τῶν μαθητῶν αὐτοῦ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:68 ἀπεκρίθη WH Treg NIV ] + οὖν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 ἅγιος WH Treg NIV ] χριστὸς ὁ υἱὸς RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:69 θεοῦ WH Treg NIV ] + τοῦ ζῶντος RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 Ἰσκαριώτου WH Treg NIV ] Ἰσκαριώτην RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 παραδιδόναι αὐτόν WH Treg NIV ] αὐτόν παραδιδόναι RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:71 εἷς WH Treg NIV ] + ὢν RP

59 ταυτα ειπεν εν συναγωγη διδασκων εν καπερναουμ

60 πολλοι ουν ακουσαντες εκ των μαθητων αυτου ειπον σκληρος εστιν ουτος ο λογος τις δυναται αυτου ακουειν

61 ειδως δε ο ιησους εν εαυτω οτι γογγυζουσιν περι τουτου οι μαθηται αυτου ειπεν αυτοις τουτο υμας σκανδαλιζει

62 εαν ουν θεωρητε τον υιον του ανθρωπου αναβαινοντα οπου ην το προτερον

63 το πνευμα εστιν το ζωοποιουν η σαρξ ουκ ωφελει ουδεν τα ρηματα α εγω λαλω υμιν πνευμα εστιν και ζωη εστιν

64 αλλ εισιν εξ υμων τινες οι ου πιστευουσιν ηδει γαρ εξ αρχης ο ιησους τινες εισιν οι μη πιστευοντες και τις εστιν ο παραδωσων αυτον

65 και ελεγεν δια τουτο ειρηκα υμιν οτι ουδεις δυναται ελθειν προς με εαν μη η δεδομενον αυτω εκ του πατρος μου

66 εκ τουτου πολλοι απηλθον των μαθητων αυτου εις τα οπισω και ουκετι μετ αυτου περιεπατουν

67 ειπεν ουν ο ιησους τοις δωδεκα μη και υμεις θελετε υπαγειν

68 απεκριθη ουν αυτω σιμων πετρος κυριε προς τινα απελευσομεθα ρηματα ζωης αιωνιου εχεις

69 και ημεις πεπιστευκαμεν και εγνωκαμεν οτι συ ει ο χριστος ο υιος του θεου του ζωντος

70 απεκριθη αυτοις ο ιησους ουκ εγω υμας τους δωδεκα εξελεξαμην και εξ υμων εις διαβολος εστιν

71 ελεγεν δε τον ιουδαν σιμωνος ισκαριωτην ουτος γαρ ημελλεν αυτον παραδιδοναι εις ων εκ των δωδεκα

Read full chapter