Add parallel Print Page Options

35 [a]Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς [b]ἐμὲ οὐ μὴ [c]διψήσει πώποτε. 36 ἀλλ’ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε. 37 πᾶν ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός [d]με οὐ μὴ ἐκβάλω ἔξω, 38 ὅτι καταβέβηκα [e]ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· 39 τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός [f]με ἵνα πᾶν ὃ δέδωκέν μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλὰ ἀναστήσω [g]αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. 40 τοῦτο [h]γάρ ἐστιν τὸ θέλημα τοῦ [i]πατρός μου ἵνα πᾶς ὁ θεωρῶν τὸν υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν [j]ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.

41 Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι εἶπεν· Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, 42 καὶ ἔλεγον· [k]Οὐχ οὗτός ἐστιν Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς [l]νῦν [m]λέγει ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; 43 [n]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Μὴ γογγύζετε μετ’ ἀλλήλων. 44 οὐδεὶς δύναται ἐλθεῖν πρός [o]με ἐὰν μὴ ὁ πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. 45 ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις· Καὶ ἔσονται πάντες διδακτοὶ θεοῦ· [p]πᾶς ὁ [q]ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς [r]ἐμέ. 46 οὐχ ὅτι τὸν πατέρα [s]ἑώρακέν τις εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα. 47 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ [t]πιστεύων ἔχει ζωὴν αἰώνιον. 48 ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· 49 οἱ πατέρες ὑμῶν ἔφαγον [u]ἐν τῇ ἐρήμῳ τὸ μάννα καὶ ἀπέθανον· 50 οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ· 51 ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου [v]ζήσει εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού [w]ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 Εἶπεν WH Treg NA ] + οὖν NIV; + δὲ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 ἐμὲ WH Treg NIV ] με RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:35 διψήσει WH Treg NIV ] διψήσῃ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:37 με WH Treg RP ] ἐμὲ NIV
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:38 ἀπὸ WH Treg NIV ] ἐκ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 με WH Treg NIV ] + πατρός RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:39 αὐτὸ WH Treg RP ] + ἐν NIV
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 γάρ WH Treg NIV ] δέ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 πατρός μου WH Treg NIV ] πέμψαντός με RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:40 ἐγὼ WH Treg RP ] + ἐν NIV
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 Οὐχ NIV RP ] Οὐχὶ WH Treg
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 νῦν WH Treg NIV ] οὖν RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:42 λέγει WH Treg NIV ] + οὗτος RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:43 ἀπεκρίθη WH Treg NIV ] + οὖν ὁ RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:44 με WH Treg NIV ] ἐμέ RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 πᾶς WH Treg NIV ] + οὖν RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἀκούσας WH Treg NIV ] ἀκούων RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:45 ἐμέ WH Treg NIV ] με RP
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:46 ἑώρακέν τις WH Treg NIV ] τις ἑώρακεν RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:47 πιστεύων WH NIV ] + εἰς ἐμέ Treg RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:49 ἐν τῇ ἐρήμῳ τὸ μάννα WH Treg NIV ] τὸ μάννα ἐν τῇ ἐρήμῳ RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ζήσει WH NIV ] ζήσεται Treg RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 6:51 ἐστιν WH Treg NIV ] + ἣν ἐγὼ δώσω RP

35 ειπεν δε αυτοις ο ιησους εγω ειμι ο αρτος της ζωης ο ερχομενος προς με ου μη πειναση και ο πιστευων εις εμε ου μη διψηση πωποτε

36 αλλ ειπον υμιν οτι και εωρακατε με και ου πιστευετε

37 παν ο διδωσιν μοι ο πατηρ προς εμε ηξει και τον ερχομενον προς με ου μη εκβαλω εξω

38 οτι καταβεβηκα εκ του ουρανου ουχ ινα ποιω το θελημα το εμον αλλα το θελημα του πεμψαντος με

39 τουτο δε εστιν το θελημα του πεμψαντος με πατρος ινα παν ο δεδωκεν μοι μη απολεσω εξ αυτου αλλα αναστησω αυτο εν τη εσχατη ημερα

40 τουτο δε εστιν το θελημα του πεμψαντος με ινα πας ο θεωρων τον υιον και πιστευων εις αυτον εχη ζωην αιωνιον και αναστησω αυτον εγω τη εσχατη ημερα

41 εγογγυζον ουν οι ιουδαιοι περι αυτου οτι ειπεν εγω ειμι ο αρτος ο καταβας εκ του ουρανου

42 και ελεγον ουχ ουτος εστιν ιησους ο υιος ιωσηφ ου ημεις οιδαμεν τον πατερα και την μητερα πως ουν λεγει ουτος οτι εκ του ουρανου καταβεβηκα

43 απεκριθη ουν ο ιησους και ειπεν αυτοις μη γογγυζετε μετ αλληλων

44 ουδεις δυναται ελθειν προς με εαν μη ο πατηρ ο πεμψας με ελκυση αυτον και εγω αναστησω αυτον τη εσχατη ημερα

45 εστιν γεγραμμενον εν τοις προφηταις και εσονται παντες διδακτοι του θεου πας ουν ο ακουσας παρα του πατρος και μαθων ερχεται προς με

46 ουχ οτι τον πατερα τις εωρακεν ει μη ο ων παρα του θεου ουτος εωρακεν τον πατερα

47 αμην αμην λεγω υμιν ο πιστευων εις εμε εχει ζωην αιωνιον

48 εγω ειμι ο αρτος της ζωης

49 οι πατερες υμων εφαγον το μαννα εν τη ερημω και απεθανον

50 ουτος εστιν ο αρτος ο εκ του ουρανου καταβαινων ινα τις εξ αυτου φαγη και μη αποθανη

51 εγω ειμι ο αρτος ο ζων ο εκ του ουρανου καταβας εαν τις φαγη εκ τουτου του αρτου ζησεται εις τον αιωνα και ο αρτος δε ον εγω δωσω η σαρξ μου εστιν ην εγω δωσω υπερ της του κοσμου ζωης

Read full chapter