Add parallel Print Page Options

46 Ἦλθεν οὖν [a]πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ. 47 οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν ἀπῆλθεν πρὸς αὐτὸν καὶ [b]ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν. 48 εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν· Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. 49 λέγει πρὸς αὐτὸν ὁ βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. 50 λέγει αὐτῷ ὁ Ἰησοῦς· Πορεύου· ὁ υἱός σου ζῇ. [c]ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ [d]ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς καὶ ἐπορεύετο. 51 ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι αὐτοῦ [e]ὑπήντησαν [f]αὐτῷ λέγοντες ὅτι ὁ παῖς [g]αὐτοῦ ζῇ. 52 ἐπύθετο οὖν [h]τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· [i]εἶπαν οὖν αὐτῷ ὅτι [j]Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. 53 ἔγνω οὖν ὁ πατὴρ [k]ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ [l]Ἰησοῦς· Ὁ υἱός σου ζῇ, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. 54 τοῦτο [m]δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:46 πάλιν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:47 ἠρώτα WH Treg NIV ] + αὐτὸν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:50 ἐπίστευσεν WH Treg NIV ] καὶ ἐπίστευσεν RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:50 ὃν WH Treg NIV ] ᾧ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 ὑπήντησαν WH Treg NIV ] ἀπήντησαν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 αὐτῷ WH NIV ] + καὶ ἀπήγγειλαν Treg RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:51 αὐτοῦ WH Treg NIV ] σου RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 τὴν ὥραν παρ’ αὐτῶν WH Treg NIV ] παρ’ αὐτῶν τὴν ὥραν RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 εἶπαν οὖν WH Treg NIV ] Καὶ εἶπον RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:52 Ἐχθὲς WH Treg NIV ] Χθὲς RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:53 ὅτι WH ] + ἐν Treg NIV RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:53 Ἰησοῦς WH Treg NIV ] + ὅτι RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 4:54 δὲ WH Treg NIV ] – RP

46 ηλθεν ουν ο ιησους παλιν εις την κανα της γαλιλαιας οπου εποιησεν το υδωρ οινον και ην τις βασιλικος ου ο υιος ησθενει εν καπερναουμ

47 ουτος ακουσας οτι ιησους ηκει εκ της ιουδαιας εις την γαλιλαιαν απηλθεν προς αυτον και ηρωτα αυτον ινα καταβη και ιασηται αυτου τον υιον ημελλεν γαρ αποθνησκειν

48 ειπεν ουν ο ιησους προς αυτον εαν μη σημεια και τερατα ιδητε ου μη πιστευσητε

49 λεγει προς αυτον ο βασιλικος κυριε καταβηθι πριν αποθανειν το παιδιον μου

50 λεγει αυτω ο ιησους πορευου ο υιος σου ζη και επιστευσεν ο ανθρωπος τω λογω ω ειπεν αυτω ιησους και επορευετο

51 ηδη δε αυτου καταβαινοντος οι δουλοι αυτου απηντησαν αυτω και απηγγειλαν λεγοντες οτι ο παις σου ζη

52 επυθετο ουν παρ αυτων την ωραν εν η κομψοτερον εσχεν και ειπον αυτω οτι χθες ωραν εβδομην αφηκεν αυτον ο πυρετος

53 εγνω ουν ο πατηρ οτι εν εκεινη τη ωρα εν η ειπεν αυτω ο ιησους οτι ο υιος σου ζη και επιστευσεν αυτος και η οικια αυτου ολη

54 τουτο παλιν δευτερον σημειον εποιησεν ο ιησους ελθων εκ της ιουδαιας εις την γαλιλαιαν

Read full chapter