Add parallel Print Page Options

19 Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν. καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν, καὶ [a]ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον· Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων· καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα. [b]καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς· Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι [c]οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ. ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. καὶ λέγει αὐτοῖς· [d]Ἰδοὺ ὁ ἄνθρωπος. ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες· Σταύρωσον [e]σταύρωσον. λέγει αὐτοῖς ὁ Πιλᾶτος· Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν. ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν [f]νόμον ὀφείλει ἀποθανεῖν, ὅτι [g]υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν.

Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη, καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ· Πόθεν εἶ σύ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ. 10 λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος· Ἐμοὶ οὐ λαλεῖς; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω [h]ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε; 11 ἀπεκρίθη [i]αὐτῷ Ἰησοῦς· Οὐκ εἶχες ἐξουσίαν [j]κατ’ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν [k]δεδομένον σοι ἄνωθεν· διὰ τοῦτο ὁ [l]παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:3 ἤρχοντο πρὸς αὐτὸν καὶ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:4 καὶ ἐξῆλθεν WH Treg NIV ] Ἐξῆλθεν οὖν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:4 οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ WH Treg NIV ] ἐν αὐτῷ οὐδεμίαν αἰτίαν εὑρίσκω RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:5 Ἰδοὺ WH Treg NIV ] Ἴδε RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:6 σταύρωσον WH Treg NIV ] + αὐτὸν RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:7 νόμον WH Treg NIV ] + ἡμῶν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:7 υἱὸν θεοῦ ἑαυτὸν WH Treg NIV ] ἑαυτὸν υἱὸν θεοῦ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:10 ἀπολῦσαί σε … ἔχω σταυρῶσαί WH Treg NIV ] σταυρῶσαί σε … ἔχω ἀπολῦσαί RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 αὐτῷ WH Treg NIV ] – RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 κατ᾽ ἐμοῦ οὐδεμίαν WH Treg NIV ] οὐδεμίαν κατ᾽ ἐμοῦ RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 δεδομένον σοι WH Treg NIV ] σοι δεδομένον RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 19:11 παραδούς WH NIV ] παραδιδούς Treg RP