Add parallel Print Page Options

ἐγὼ περὶ αὐτῶν ἐρωτῶ· οὐ περὶ τοῦ κόσμου ἐρωτῶ ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσιν, 10 καὶ τὰ ἐμὰ πάντα σά ἐστιν καὶ τὰ σὰ ἐμά, καὶ δεδόξασμαι ἐν αὐτοῖς. 11 καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ [a]αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν, κἀγὼ πρὸς σὲ ἔρχομαι. πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν [b]καθὼς ἡμεῖς. 12 ὅτε ἤμην μετ’ [c]αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου [d]ᾧ δέδωκάς μοι, [e]καὶ ἐφύλαξα, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ γραφὴ πληρωθῇ. 13 νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν [f]ἑαυτοῖς. 14 ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου, καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς, ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 15 οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ. 16 ἐκ τοῦ κόσμου οὐκ εἰσὶν καθὼς ἐγὼ [g]οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. 17 ἁγίασον αὐτοὺς ἐν τῇ [h]ἀληθείᾳ· ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν. 18 καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον, κἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· 19 καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα [i]ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.

20 Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, 21 ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, [j]πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν [k]ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος [l]πιστεύῃ ὅτι σύ με ἀπέστειλας.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:11 αὐτοὶ WH NIV ] οὗτοι Treg RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:11 καθὼς WH NIV RP ] + καὶ Treg
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:12 αὐτῶν WH Treg NIV ] + ἐν τῷ κόσμῳ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:12 WH Treg NIV ] οὓς RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:12 καὶ WH Treg NIV ] – RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:13 ἑαυτοῖς WH Treg NIV ] αὐτοῖς RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:16 οὐκ εἰμὶ ἐκ τοῦ κόσμου WH Treg NIV ] ἐκ τοῦ κόσμου οὐκ εἰμὶ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:17 ἀληθείᾳ WH Treg NIV ] + σου RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:19 ὦσιν καὶ αὐτοὶ WH Treg NIV ] καὶ αὐτοὶ ὦσιν RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πάτερ WH NIV RP ] πατὴρ Treg
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 ἡμῖν WH Treg NIV ] + ἓν RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 17:21 πιστεύῃ WH Treg NIV ] πιστεύσῃ RP

εγω περι αυτων ερωτω ου περι του κοσμου ερωτω αλλα περι ων δεδωκας μοι οτι σοι εισιν

10 και τα εμα παντα σα εστιν και τα σα εμα και δεδοξασμαι εν αυτοις

11 και ουκ ετι ειμι εν τω κοσμω και ουτοι εν τω κοσμω εισιν και εγω προς σε ερχομαι πατερ αγιε τηρησον αυτους εν τω ονοματι σου ους δεδωκας μοι ινα ωσιν εν καθως ημεις

12 οτε ημην μετ αυτων εν τω κοσμω εγω ετηρουν αυτους εν τω ονοματι σου ους δεδωκας μοι εφυλαξα και ουδεις εξ αυτων απωλετο ει μη ο υιος της απωλειας ινα η γραφη πληρωθη

13 νυν δε προς σε ερχομαι και ταυτα λαλω εν τω κοσμω ινα εχωσιν την χαραν την εμην πεπληρωμενην εν αυτοις

14 εγω δεδωκα αυτοις τον λογον σου και ο κοσμος εμισησεν αυτους οτι ουκ εισιν εκ του κοσμου καθως εγω ουκ ειμι εκ του κοσμου

15 ουκ ερωτω ινα αρης αυτους εκ του κοσμου αλλ ινα τηρησης αυτους εκ του πονηρου

16 εκ του κοσμου ουκ εισιν καθως εγω εκ του κοσμου ουκ ειμι

17 αγιασον αυτους εν τη αληθεια σου ο λογος ο σος αληθεια εστιν

18 καθως εμε απεστειλας εις τον κοσμον καγω απεστειλα αυτους εις τον κοσμον

19 και υπερ αυτων εγω αγιαζω εμαυτον ινα και αυτοι ωσιν ηγιασμενοι εν αληθεια

20 ου περι τουτων δε ερωτω μονον αλλα και περι των πιστευσοντων δια του λογου αυτων εις εμε

21 ινα παντες εν ωσιν καθως συ πατερ εν εμοι καγω εν σοι ινα και αυτοι εν ημιν εν ωσιν ινα ο κοσμος πιστευση οτι συ με απεστειλας

Read full chapter