Add parallel Print Page Options

16 Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα [a]αὐτῶν μνημονεύητε [b]αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν.

Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθ’ ὑμῶν ἤμην. νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ’ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν [c]γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος [d]οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν [e]πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.

12 Ἔτι πολλὰ ἔχω [f]ὑμῖν λέγειν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· 13 ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς [g]ἐν τῇ ἀληθείᾳ πάσῃ, οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα [h]ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15 πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.

16 Μικρὸν καὶ [i]οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ [j]με.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:4 *αὐτῶν WH Treg NA ] – NIV RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:4 *αὐτῶν WH Treg RP NA ] – NIV
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:7 γὰρ WH Treg NIV ] + ἐγὼ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:7 οὐ μὴ ἔλθῃ WH Treg ] οὐκ ἐλεύσεται NIV RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:10 πατέρα WH Treg NIV ] + μου RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:12 ὑμῖν λέγειν WH Treg NIV ] λέγειν ὑμῖν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:13 ἐν τῇ ἀληθείᾳ πάσῃ NIV] εἰς τὴν ἀλήθειαν πᾶσαν WH Treg; εἰς πᾶσαν τὴν ἀλήθειαν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:13 ἀκούσει Treg NIV ] ἀκούει WH; ἂν ἀκούσῃ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 οὐκέτι WH Treg NIV ] οὐ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 16:16 με WH Treg NIV ] + ὅτι ὑπάγω πρὸς τὸν πατέρα RP

16 ταυτα λελαληκα υμιν ινα μη σκανδαλισθητε

αποσυναγωγους ποιησουσιν υμας αλλ ερχεται ωρα ινα πας ο αποκτεινας υμας δοξη λατρειαν προσφερειν τω θεω

και ταυτα ποιησουσιν υμιν οτι ουκ εγνωσαν τον πατερα ουδε εμε

αλλα ταυτα λελαληκα υμιν ινα οταν ελθη η ωρα μνημονευητε αυτων οτι εγω ειπον υμιν ταυτα δε υμιν εξ αρχης ουκ ειπον οτι μεθ υμων ημην

νυν δε υπαγω προς τον πεμψαντα με και ουδεις εξ υμων ερωτα με που υπαγεις

αλλ οτι ταυτα λελαληκα υμιν η λυπη πεπληρωκεν υμων την καρδιαν

αλλ εγω την αληθειαν λεγω υμιν συμφερει υμιν ινα εγω απελθω εαν γαρ μη απελθω ο παρακλητος ουκ ελευσεται προς υμας εαν δε πορευθω πεμψω αυτον προς υμας

και ελθων εκεινος ελεγξει τον κοσμον περι αμαρτιας και περι δικαιοσυνης και περι κρισεως

περι αμαρτιας μεν οτι ου πιστευουσιν εις εμε

10 περι δικαιοσυνης δε οτι προς τον πατερα μου υπαγω και ουκ ετι θεωρειτε με

11 περι δε κρισεως οτι ο αρχων του κοσμου τουτου κεκριται

12 ετι πολλα εχω λεγειν υμιν αλλ ου δυνασθε βασταζειν αρτι

13 οταν δε ελθη εκεινος το πνευμα της αληθειας οδηγησει υμας εις πασαν την αληθειαν ου γαρ λαλησει αφ εαυτου αλλ οσα αν ακουση λαλησει και τα ερχομενα αναγγελει υμιν

14 εκεινος εμε δοξασει οτι εκ του εμου ληψεται και αναγγελει υμιν

15 παντα οσα εχει ο πατηρ εμα εστιν δια τουτο ειπον οτι εκ του εμου ληψεται και αναγγελει υμιν

16 μικρον και ου θεωρειτε με και παλιν μικρον και οψεσθε με οτι εγω υπαγω προς τον πατερα

Read full chapter