ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:1-8
SBL Greek New Testament
15 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν· 2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα [a]καρπὸν πλείονα φέρῃ. 3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· 4 μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ [b]μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ [c]μένητε. 5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. 6 ἐὰν μή τις [d]μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται. 7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε [e]αἰτήσασθε καὶ γενήσεται ὑμῖν· 8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ [f]γένησθε ἐμοὶ μαθηταί.
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:2 καρπὸν πλείονα WH Treg NIV ] πλείονα καρπὸν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4 μένῃ WH NIV ] μείνῃ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:4 μένητε WH Treg NIV ] μείνητε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:6 μένῃ WH Treg NIV ] μείνῃ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:7 αἰτήσασθε WH Treg NIV ] αἰτήσεσθε RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 15:8 γένησθε WH Treg NIV ] γενήσεσθε RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software