Add parallel Print Page Options

45 Πολλοὶ οὖν ἐκ τῶν Ἰουδαίων, οἱ ἐλθόντες πρὸς τὴν [a]Μαριὰμ καὶ θεασάμενοι [b][c]ἐποίησεν, ἐπίστευσαν εἰς αὐτόν· 46 τινὲς δὲ ἐξ αὐτῶν ἀπῆλθον πρὸς τοὺς Φαρισαίους καὶ εἶπαν αὐτοῖς ἃ [d]ἐποίησεν Ἰησοῦς. 47 συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον· Τί ποιοῦμεν ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ [e]ποιεῖ σημεῖα; 48 ἐὰν ἀφῶμεν αὐτὸν οὕτως, πάντες πιστεύσουσιν εἰς αὐτόν, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι καὶ ἀροῦσιν ἡμῶν καὶ τὸν τόπον καὶ τὸ ἔθνος. 49 εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδέν, 50 οὐδὲ [f]λογίζεσθε ὅτι συμφέρει [g]ὑμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. 51 τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλὰ ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ἐπροφήτευσεν ὅτι ἔμελλεν Ἰησοῦς ἀποθνῄσκειν ὑπὲρ τοῦ ἔθνους, 52 καὶ οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον, ἀλλ’ ἵνα καὶ τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα συναγάγῃ εἰς ἕν. 53 ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας [h]ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

54 [i]Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφραὶμ λεγομένην πόλιν, κἀκεῖ [j]ἔμεινεν μετὰ τῶν [k]μαθητῶν.

55 Ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα ἵνα ἁγνίσωσιν ἑαυτούς. 56 ἐζήτουν οὖν τὸν Ἰησοῦν καὶ ἔλεγον μετ’ ἀλλήλων ἐν τῷ ἱερῷ ἑστηκότες· Τί δοκεῖ ὑμῖν; ὅτι οὐ μὴ ἔλθῃ εἰς τὴν ἑορτήν; 57 δεδώκεισαν [l]δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι [m]ἐντολὰς ἵνα ἐάν τις γνῷ ποῦ ἐστιν μηνύσῃ, ὅπως πιάσωσιν αὐτόν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 Μαριὰμ WH Treg NIV ] Μαρίαν RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 RP NIV ] ὃ WH Treg
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:45 ἐποίησεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:46 ἐποίησεν WH Treg NIV ] + ὁ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:47 ποιεῖ σημεῖα WH Treg NIV ] σημεῖα ποιεῖ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:50 λογίζεσθε WH Treg NIV ] διαλογίζεσθε RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:50 ὑμῖν WH Treg NIV ] ἡμῖν RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:53 ἐβουλεύσαντο WH Treg NIV ] συνεβουλεύσαντο RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:54 Ὁ οὖν Ἰησοῦς WH Treg NIV ] Ἰησοῦς οὖν RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:54 ἔμεινεν WH Treg NIV ] διέτριβεν RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:54 μαθητῶν WH Treg NIV ] + αὐτοῦ RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 δὲ WH Treg NIV ] + καὶ RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 11:57 ἐντολὰς WH Treg NIV ] ἐντολήν RP

45 πολλοι ουν εκ των ιουδαιων οι ελθοντες προς την μαριαν και θεασαμενοι α εποιησεν ο ιησους επιστευσαν εις αυτον

46 τινες δε εξ αυτων απηλθον προς τους φαρισαιους και ειπον αυτοις α εποιησεν ο ιησους

47 συνηγαγον ουν οι αρχιερεις και οι φαρισαιοι συνεδριον και ελεγον τι ποιουμεν οτι ουτος ο ανθρωπος πολλα σημεια ποιει

48 εαν αφωμεν αυτον ουτως παντες πιστευσουσιν εις αυτον και ελευσονται οι ρωμαιοι και αρουσιν ημων και τον τοπον και το εθνος

49 εις δε τις εξ αυτων καιαφας αρχιερευς ων του ενιαυτου εκεινου ειπεν αυτοις υμεις ουκ οιδατε ουδεν

50 ουδε διαλογιζεσθε οτι συμφερει ημιν ινα εις ανθρωπος αποθανη υπερ του λαου και μη ολον το εθνος αποληται

51 τουτο δε αφ εαυτου ουκ ειπεν αλλα αρχιερευς ων του ενιαυτου εκεινου προεφητευσεν οτι εμελλεν ο ιησους αποθνησκειν υπερ του εθνους

52 και ουχ υπερ του εθνους μονον αλλ ινα και τα τεκνα του θεου τα διεσκορπισμενα συναγαγη εις εν

53 απ εκεινης ουν της ημερας συνεβουλευσαντο ινα αποκτεινωσιν αυτον

54 ιησους ουν ουκ ετι παρρησια περιεπατει εν τοις ιουδαιοις αλλα απηλθεν εκειθεν εις την χωραν εγγυς της ερημου εις εφραιμ λεγομενην πολιν κακει διετριβεν μετα των μαθητων αυτου

55 ην δε εγγυς το πασχα των ιουδαιων και ανεβησαν πολλοι εις ιεροσολυμα εκ της χωρας προ του πασχα ινα αγνισωσιν εαυτους

56 εζητουν ουν τον ιησουν και ελεγον μετ αλληλων εν τω ιερω εστηκοτες τι δοκει υμιν οτι ου μη ελθη εις την εορτην

57 δεδωκεισαν δε και οι αρχιερεις και οι φαρισαιοι εντολην ινα εαν τις γνω που εστιν μηνυση οπως πιασωσιν αυτον

Read full chapter