I Am the Good Shepherd

10 “Truly, truly, I say to you, he who does not enter the sheepfold by the door but climbs in by another way, that man is a thief and a robber. But he who enters by the door is the shepherd of the sheep. To him the gatekeeper opens. The sheep hear his voice, and he calls his own sheep by name and leads them out. When he has brought out all his own, he goes before them, and the sheep follow him, for they know his voice. (A)A stranger they will not follow, but they will flee from him, for they do not know the voice of strangers.” This figure of speech Jesus (B)used with them, but they (C)did not understand what he was saying to them.

So Jesus again said to them, “Truly, truly, I say to you, (D)I am the door of the sheep. All who came before me are thieves and robbers, but the sheep did not listen to them. I am the door. If anyone enters by me, (E)he will be saved and will go in and out and (F)find pasture.

Read full chapter

10 Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστιν τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει καὶ τὰ ἴδια πρόβατα [a]φωνεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. [b]ὅταν τὰ ἴδια [c]πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ [d]ἀκολουθήσουσιν ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα [e]ἦν ἃ ἐλάλει αὐτοῖς.

Εἶπεν οὖν πάλιν [f]αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν [g]ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον [h]πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:3 φωνεῖ WH Treg NIV ] καλεῖ RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:4 ὅταν WH Treg NIV ] Καὶ ὅταν RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:4 πάντα WH Treg NIV ] πρόβατα RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:5 ἀκολουθήσουσιν WH Treg NIV ] ἀκολουθήσωσιν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:6 ἦν WH NIV RP ] ᾖ Treg
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7 αὐτοῖς Treg RP ] – WH NIV
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:7 ὅτι NIV RP ] – WH Treg
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:8 πρὸ ἐμοῦ WH Treg NIV ] – RP