ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22-36
SBL Greek New Testament
22 Ἐγένετο [a]τότε τὰ ἐγκαίνια ἐν [b]τοῖς Ἱεροσολύμοις· [c]χειμὼν ἦν, 23 καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ [d]τοῦ Σολομῶνος. 24 ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. 25 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· 26 ἀλλὰ ὑμεῖς οὐ πιστεύετε, [e]ὅτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν [f]ἐμῶν. 27 τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου [g]ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, 28 κἀγὼ [h]δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου [i]ὃ δέδωκέν [j]μοι [k]πάντων μεῖζων ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ [l]πατρός. 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.
31 Ἐβάστασαν [m]οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ [n]ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ [o]πατρός· διὰ ποῖον αὐτῶν ἔργον [p]ἐμὲ λιθάζετε; 33 ἀπεκρίθησαν αὐτῷ οἱ [q]Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν [r]ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι Βλασφημεῖς, ὅτι εἶπον· Υἱὸς τοῦ θεοῦ εἰμι;
Read full chapterFootnotes
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 τότε WH NIV ] δὲ Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 τοῖς WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22 χειμὼν WH Treg NIV ] καὶ χειμὼν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:23 τοῦ WH Treg NIV ] – RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:26 ὅτι οὐκ WH Treg NIV ] οὐ γάρ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:26 ἐμῶν WH Treg NIV ] + καθὼς εἶπον ὑμῖν RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:27 ἀκούουσιν WH Treg NIV ] ἀκούει RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:28 δίδωμι αὐτοῖς ζωὴν αἰώνιον WH Treg NIV ] ζωὴν αἰώνιον δίδωμι αὐτοῖς RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 ὃ WH Treg NA ] ὃς NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 μοι WH Treg RP NA ] + αὐτὰ NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 πάντων μεῖζων Holmes WHmarg ] πάντων μεῖζόν WH Treg NA; μείζων πάντων NIV RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:29 πατρός WH NIV ] + μου Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:31 οὖν Treg RP ] – WH NIV
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 ἔργα καλὰ ἔδειξα ὑμῖν NIV] καλὰ ἔργα ἔδειξα ὑμῖν Treg RP; ἔργα ἔδειξα ὑμῖν καλὰ WH
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 πατρός WH NIV ] + μου Treg RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:32 ἐμὲ λιθάζετε WH Treg NIV ] λιθάζετε ἐμὲ RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:33 Ἰουδαῖοι WH Treg NIV ] + λέγοντες RP
- ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:34 ὅτι WH Treg NIV ] – RP
ΚΑΤΑ ΙΩΑΝΝΗΝ 10:22-36
1550 Stephanus New Testament
22 εγενετο δε τα εγκαινια εν τοις ιεροσολυμοις και χειμων ην
23 και περιεπατει ο ιησους εν τω ιερω εν τη στοα του σολομωντος
24 εκυκλωσαν ουν αυτον οι ιουδαιοι και ελεγον αυτω εως ποτε την ψυχην ημων αιρεις ει συ ει ο χριστος ειπε ημιν παρρησια
25 απεκριθη αυτοις ο ιησους ειπον υμιν και ου πιστευετε τα εργα α εγω ποιω εν τω ονοματι του πατρος μου ταυτα μαρτυρει περι εμου
26 αλλ υμεις ου πιστευετε ου γαρ εστε εκ των προβατων των εμων καθως ειπον υμιν
27 τα προβατα τα εμα της φωνης μου ακουει καγω γινωσκω αυτα και ακολουθουσιν μοι
28 καγω ζωην αιωνιον διδωμι αυτοις και ου μη απολωνται εις τον αιωνα και ουχ αρπασει τις αυτα εκ της χειρος μου
29 ο πατηρ μου ος δεδωκεν μοι μειζων παντων εστιν και ουδεις δυναται αρπαζειν εκ της χειρος του πατρος μου
30 εγω και ο πατηρ εν εσμεν
31 εβαστασαν ουν παλιν λιθους οι ιουδαιοι ινα λιθασωσιν αυτον
32 απεκριθη αυτοις ο ιησους πολλα καλα εργα εδειξα υμιν εκ του πατρος μου δια ποιον αυτων εργον λιθαζετε με
33 απεκριθησαν αυτω οι ιουδαιοι λεγοντες περι καλου εργου ου λιθαζομεν σε αλλα περι βλασφημιας και οτι συ ανθρωπος ων ποιεις σεαυτον θεον
34 απεκριθη αυτοις ο ιησους ουκ εστιν γεγραμμενον εν τω νομω υμων εγω ειπα θεοι εστε
35 ει εκεινους ειπεν θεους προς ους ο λογος του θεου εγενετο και ου δυναται λυθηναι η γραφη
36 ον ο πατηρ ηγιασεν και απεστειλεν εις τον κοσμον υμεις λεγετε οτι βλασφημεις οτι ειπον υιος του θεου ειμι
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software