Add parallel Print Page Options

51 καὶ λέγει αὐτῷ· Ἀμὴν ἀμὴν λέγω [a]ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

Καὶ τῇ [b]ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. [c]καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· [d]Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε. ἦσαν δὲ ἐκεῖ [e]λίθιναι ὑδρίαι ἓξ [f]κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· [g]οἱ δὲ ἤνεγκαν. ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος 10 καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν [h]μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. 11 ταύτην [i]ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ [j]ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:51 ὑμῖν WH Treg NIV ] + ἀπ᾽ ἄρτι RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:1 ἡμέρᾳ τῇ τρίτῃ WH NIV RP] τρίτῃ ἡμέρᾳ Treg
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:4 καὶ WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:5 Ὅ τι Treg NIV RP ] Ὅτι WH
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:6 λίθιναι ὑδρίαι WH Treg NIV ] ὑδρίαι λίθιναι RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:6 κατὰ … Ἰουδαίων κείμεναι WH Treg NIV ] κείμεναι κατὰ … Ἰουδαίων RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:8 οἱ δὲ WH Treg NIV ] Καὶ RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:10 μεθυσθῶσιν WH NIV ] + τότε Treg RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:11 ἐποίησεν WH Treg NIV ] + τὴν RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 2:12 ἀδελφοὶ WH Treg ] + αὐτοῦ NIV RP

51 και λεγει αυτω αμην αμην λεγω υμιν απ αρτι οψεσθε τον ουρανον ανεωγοτα και τους αγγελους του θεου αναβαινοντας και καταβαινοντας επι τον υιον του ανθρωπου

και τη ημερα τη τριτη γαμος εγενετο εν κανα της γαλιλαιας και ην η μητηρ του ιησου εκει

εκληθη δε και ο ιησους και οι μαθηται αυτου εις τον γαμον

και υστερησαντος οινου λεγει η μητηρ του ιησου προς αυτον οινον ουκ εχουσιν

λεγει αυτη ο ιησους τι εμοι και σοι γυναι ουπω ηκει η ωρα μου

λεγει η μητηρ αυτου τοις διακονοις ο τι αν λεγη υμιν ποιησατε

ησαν δε εκει υδριαι λιθιναι εξ κειμεναι κατα τον καθαρισμον των ιουδαιων χωρουσαι ανα μετρητας δυο η τρεις

λεγει αυτοις ο ιησους γεμισατε τας υδριας υδατος και εγεμισαν αυτας εως ανω

και λεγει αυτοις αντλησατε νυν και φερετε τω αρχιτρικλινω και ηνεγκαν

ως δε εγευσατο ο αρχιτρικλινος το υδωρ οινον γεγενημενον και ουκ ηδει ποθεν εστιν οι δε διακονοι ηδεισαν οι ηντληκοτες το υδωρ φωνει τον νυμφιον ο αρχιτρικλινος

10 και λεγει αυτω πας ανθρωπος πρωτον τον καλον οινον τιθησιν και οταν μεθυσθωσιν τοτε τον ελασσω συ τετηρηκας τον καλον οινον εως αρτι

11 ταυτην εποιησεν την αρχην των σημειων ο ιησους εν κανα της γαλιλαιας και εφανερωσεν την δοξαν αυτου και επιστευσαν εις αυτον οι μαθηται αυτου

12 μετα τουτο κατεβη εις καπερναουμ αυτος και η μητηρ αυτου και οι αδελφοι αυτου και οι μαθηται αυτου και εκει εμειναν ου πολλας ημερας