Add parallel Print Page Options

35 Τῇ ἐπαύριον πάλιν εἱστήκει [a]ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ. 37 καὶ ἤκουσαν [b]οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ. 38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· Τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· Ῥαββί (ὃ λέγεται [c]μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; 39 λέγει αὐτοῖς· Ἔρχεσθε καὶ [d]ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 40 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ· 41 εὑρίσκει οὗτος [e]πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· Εὑρήκαμεν τὸν Μεσσίαν (ὅ ἐστιν μεθερμηνευόμενον χριστός). 42 [f]ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· Σὺ εἶ Σίμων ὁ υἱὸς [g]Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς (ὃ ἑρμηνεύεται Πέτρος).

43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀκολούθει μοι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:35 NIV RP ] – WH Treg
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:37 οἱ δύο μαθηταὶ αὐτοῦ WH Treg NIV ] αὐτοῦ οἱ δύο μαθηταὶ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:38 μεθερμηνευόμενον WH Treg NIV ] ἑρμηνευόμενον RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:39 ὄψεσθε. ἦλθαν οὖν WH Treg NIV ] ἴδετε. ἦλθαν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:41 πρῶτον WH Treg NIV ] πρῶτος RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 ἤγαγεν WH Treg NIV ] καὶ ἤγαγεν RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:42 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP

35 τη επαυριον παλιν ειστηκει ο ιωαννης και εκ των μαθητων αυτου δυο

36 και εμβλεψας τω ιησου περιπατουντι λεγει ιδε ο αμνος του θεου

37 και ηκουσαν αυτου οι δυο μαθηται λαλουντος και ηκολουθησαν τω ιησου

38 στραφεις δε ο ιησους και θεασαμενος αυτους ακολουθουντας λεγει αυτοις τι ζητειτε οι δε ειπον αυτω ραββι ο λεγεται ερμηνευομενον διδασκαλε που μενεις

39 λεγει αυτοις ερχεσθε και ιδετε ηλθον και ειδον που μενει και παρ αυτω εμειναν την ημεραν εκεινην ωρα δε ην ως δεκατη

40 ην ανδρεας ο αδελφος σιμωνος πετρου εις εκ των δυο των ακουσαντων παρα ιωαννου και ακολουθησαντων αυτω

41 ευρισκει ουτος πρωτος τον αδελφον τον ιδιον σιμωνα και λεγει αυτω ευρηκαμεν τον μεσσιαν ο εστιν μεθερμηνευομενον ο χριστος

42 και ηγαγεν αυτον προς τον ιησουν εμβλεψας δε αυτω ο ιησους ειπεν συ ει σιμων ο υιος ιωνα συ κληθηση κηφας ο ερμηνευεται πετρος

43 τη επαυριον ηθελησεν ο ιησους εξελθειν εις την γαλιλαιαν και ευρισκει φιλιππον και λεγει αυτω ακολουθει μοι

Read full chapter