Add parallel Print Page Options

19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε [a]ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι [b]Ἐγὼ οὐκ εἰμὶ ὁ χριστός. 21 καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; [c]σὺ Ἠλίας εἶ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· Οὔ. 22 εἶπαν οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.

24 [d]Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς [e]οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; 26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· [f]μέσος ὑμῶν [g]ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, 27 [h]ὁ ὀπίσω μου [i]ἐρχόμενος, οὗ [j]οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν [k]ὁ Ἰωάννης βαπτίζων.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:19 ἀπέστειλαν NIV RP ] + πρὸς αὐτὸν WH Treg NA
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:20 Ἐγὼ οὐκ εἰμὶ WH Treg NIV ] Οὐκ εἰμὶ ἐγὼ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:21 σὺ Ἠλίας εἶ WH Treg NIV ] Ἠλίας εἶ σύ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:24 Καὶ WH Treg NIV ] + οἱ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:25 οὐδὲ … οὐδὲ WH Treg NIV ] οὔτε … οὔτε RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:26 μέσος WH Treg NA ] + δὲ NIV RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:26 ἕστηκεν NIV RP ] στήκει WH Treg
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:27 Treg NIV] – WH; αὐτός ἐστιν ὁ RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:27 ἐρχόμενος WH Treg NIV ] + ὃς ἔμπροσθέν μου γέγονεν RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:27 οὐκ εἰμὶ Holmes WHmarg ] οὐκ εἰμὶ ἐγὼ WH Treg NIV; ἐγὼ οὐκ εἰμὶ RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 1:28 WH Treg NIV ] – RP

19 και αυτη εστιν η μαρτυρια του ιωαννου οτε απεστειλαν οι ιουδαιοι εξ ιεροσολυμων ιερεις και λευιτας ινα ερωτησωσιν αυτον συ τις ει

20 και ωμολογησεν και ουκ ηρνησατο και ωμολογησεν οτι ουκ ειμι εγω ο χριστος

21 και ηρωτησαν αυτον τι ουν ηλιας ει συ και λεγει ουκ ειμι ο προφητης ει συ και απεκριθη ου

22 ειπον ουν αυτω τις ει ινα αποκρισιν δωμεν τοις πεμψασιν ημας τι λεγεις περι σεαυτου

23 εφη εγω φωνη βοωντος εν τη ερημω ευθυνατε την οδον κυριου καθως ειπεν ησαιας ο προφητης

24 και οι απεσταλμενοι ησαν εκ των φαρισαιων

25 και ηρωτησαν αυτον και ειπον αυτω τι ουν βαπτιζεις ει συ ουκ ει ο χριστος ουτε ηλιας ουτε ο προφητης

26 απεκριθη αυτοις ο ιωαννης λεγων εγω βαπτιζω εν υδατι μεσος δε υμων εστηκεν ον υμεις ουκ οιδατε

27 αυτος εστιν ο οπισω μου ερχομενος ος εμπροσθεν μου γεγονεν ου εγω ουκ ειμι αξιος ινα λυσω αυτου τον ιμαντα του υποδηματος

28 ταυτα εν βηθαβαρα εγενετο περαν του ιορδανου οπου ην ιωαννης βαπτιζων

Read full chapter