Add parallel Print Page Options

Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; ἐὰν γὰρ εἰσέλθῃ [a]εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, [b]ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ [c]εἴπητε· Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι [d]ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου, [e]οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς [f]τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς;

Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10 ὅστις γὰρ ὅλον τὸν νόμον [g]τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11 ὁ γὰρ εἰπών Μὴ [h]μοιχεύσῃς εἶπεν καί Μὴ [i]φονεύσῃς· εἰ δὲ οὐ [j]μοιχεύεις φονεύεις δέ, γέγονας παραβάτης νόμου. 12 οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13 ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· κατακαυχᾶται [k]ἔλεος κρίσεως.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 2:2 εἰς WH Treg NIV ] + τὴν RP
  2. ΙΑΚΩΒΟΥ 2:3 ἐπιβλέψητε δὲ WH NIV ] καὶ ἐπιβλέψητε Treg RP
  3. ΙΑΚΩΒΟΥ 2:3 εἴπητε WH Treg NIV ] + αὐτῷ RP
  4. ΙΑΚΩΒΟΥ 2:3 ἢ κάθου ἐκεῖ WH ] ἐκεῖ ἢ κάθου Treg NIV; ἐκεῖ ἢ κάθου ὧδε RP
  5. ΙΑΚΩΒΟΥ 2:4 οὐ WH Treg NIV] καὶ οὐ RP
  6. ΙΑΚΩΒΟΥ 2:5 τῷ κόσμῳ WH Treg NIV ] τοῦ κόσμου RP
  7. ΙΑΚΩΒΟΥ 2:10 τηρήσῃ πταίσῃ WH Treg NIV ] τηρήσει πταίσει RP
  8. ΙΑΚΩΒΟΥ 2:11 μοιχεύσῃς WH Treg NIV ] μοιχεύσεις RP
  9. ΙΑΚΩΒΟΥ 2:11 φονεύσῃς WH Treg NIV ] φονεύσεις RP
  10. ΙΑΚΩΒΟΥ 2:11 μοιχεύεις φονεύεις WH Treg NIV ] μοιχεύσεις φονεύσεις RP
  11. ΙΑΚΩΒΟΥ 2:13 ἔλεος WH Treg NIV ] ἔλεον RP