ΙΑΚΩΒΟΥ 5:7-11
SBL Greek New Testament
7 Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ [a]αὐτῷ ἕως [b]λάβῃ πρόϊμον καὶ ὄψιμον. 8 μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ κυρίου ἤγγικεν. 9 μὴ στενάζετε, [c]ἀδελφοί, κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. 10 ὑπόδειγμα λάβετε, [d]ἀδελφοί, τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν [e]ἐν τῷ ὀνόματι κυρίου. 11 ἰδοὺ μακαρίζομεν τοὺς [f]ὑπομείναντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε, καὶ τὸ τέλος κυρίου [g]εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν [h]ὁ κύριος καὶ οἰκτίρμων.
Read full chapterFootnotes
- ΙΑΚΩΒΟΥ 5:7 αὐτῷ WH Treg NIV ] αὐτόν RP
- ΙΑΚΩΒΟΥ 5:7 λάβῃ WH Treg NIV ] + ὑετὸν RP
- ΙΑΚΩΒΟΥ 5:9 ἀδελφοί κατ᾽ ἀλλήλων WH Treg NIV ] κατ᾽ ἀλλήλων ἀδελφοί RP
- ΙΑΚΩΒΟΥ 5:10 ἀδελφοί WH Treg NIV ] + μου RP
- ΙΑΚΩΒΟΥ 5:10 ἐν WH Treg NIV ] – RP
- ΙΑΚΩΒΟΥ 5:11 ὑπομείναντας WH Treg NIV ] ὑπομένοντας RP
- ΙΑΚΩΒΟΥ 5:11 εἴδετε WH Treg NIV ] ἴδετε RP
- ΙΑΚΩΒΟΥ 5:11 ὁ κύριος WH Treg NIV ] – RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software