Add parallel Print Page Options

Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν· διεμαρτύρατο δέ πού τις λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας [a]αὐτόν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν [b]τῷ γὰρ [c]ὑποτάξαι τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως [d]χωρὶς θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.

10 Ἔπρεπεν γὰρ αὐτῷ, δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. 11 ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, 12 λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· 13 καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ’ αὐτῷ· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.

14 Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν [e]αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ’ ἔστι τὸν διάβολον, 15 καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. 16 οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. 17 ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ· 18 ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν [f]Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς [g]ἐν τῷ οἴκῳ αὐτοῦ. πλείονος γὰρ [h]οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ [i]δὲ πάντα κατασκευάσας θεός. καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· [j]ὅς οἶκός ἐσμεν ἡμεῖς, [k]ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς [l]ἐλπίδος κατάσχωμεν.

Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ [m]ἐπείρασαν οἱ πατέρες ὑμῶν [n]ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου 10 τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ [o]ταύτῃ καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. 12 βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ [p]τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας· 14 μέτοχοι γὰρ [q]τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. 15 ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. 16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ’ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως; 17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; 19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι’ ἀπιστίαν.

Φοβηθῶμεν οὖν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι, ἀλλ’ οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ [r]συγκεκερασμένους τῇ πίστει τοῖς ἀκούσασιν.

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2:7 αὐτόν NIV RP ] + καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου WH Treg
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2:8 τῷ γὰρ WH Treg NIV ] γὰρ τῷ RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2:8 ὑποτάξαι Holmes WHmarg ] + αὐτῷ WH Treg NIV RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2:9 χωρὶς Holmes ] χάριτι WH Treg NIV RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 2:14 αἵματος καὶ σαρκός WH Treg NIV ] σαρκός καὶ αἵματος RP
  6. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:1 Ἰησοῦν WH Treg NIV ] + Χριστόν RP
  7. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:2 ἐν Holmes WHmarg ] + ὅλῳ WH Treg NIV RP
  8. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:3 οὗτος δόξης WH Treg NIV ] δόξης οὗτος RP
  9. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:4 δὲ WH Treg NIV ] + τὰ RP
  10. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ὅς Holmes ] οὗ WH Treg NIV RP
  11. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ἐὰν WH Treg ] ἐάνπερ NIV RP
  12. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ἐλπίδος NIV ] + μέχρι τέλους βεβαίαν WH Treg RP
  13. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:9 ἐπείρασαν WH Treg NIV ] + με RP
  14. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:9 ἐν δοκιμασίᾳ WH Treg NIV ] ἐδοκιμασάν με RP
  15. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:10 ταύτῃ WH Treg NIV ] ἐκείνῃ RP
  16. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:13 τις ἐξ ὑμῶν WH Treg NIV ] ἐξ ὑμῶν τις RP
  17. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:14 τοῦ Χριστοῦ γεγόναμεν WH Treg NIV ] γεγόναμεν τοῦ Χριστοῦ RP
  18. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 4:2 συγκεκερασμένους WH Treg RP NA ] συγκεκερασμένος NIV