Add parallel Print Page Options

ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς [a]γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι [b]καὶ οὐχ υἱοί ἐστε. εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ [c]πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; 10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 11 πᾶσα [d]δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:7 γὰρ WH Treg NIV ] + ἐστιν RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:8 καὶ οὐχ υἱοί ἐστε WH Treg NIV ] ἐστε καὶ οὐχ υἱοί RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:9 πολὺ WH Treg] πολὺ δὲ NIV; πολλῷ RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:11 δὲ Treg NIV RP ] μὲν WH