Add parallel Print Page Options

10 ἐν ᾧ θελήματι ἡγιασμένοι [a]ἐσμὲν διὰ τῆς προσφορᾶς τοῦ σώματος Ἰησοῦ Χριστοῦ ἐφάπαξ.

11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας. 12 [b]οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ, 13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, 14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. 15 μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, μετὰ γὰρ τὸ [c]εἰρηκέναι· 16 Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ [d]τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς, 17 [e]καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ [f]μνησθήσομαι ἔτι· 18 ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.

19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, 20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστιν τῆς σαρκὸς αὐτοῦ, 21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, 22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ· 23 κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ, πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· 24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, 25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν.

26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, 27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. 28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνῄσκει· 29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. 30 οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ [g]ἀνταποδώσω· καὶ πάλιν· [h]Κρινεῖ κύριος τὸν λαὸν αὐτοῦ. 31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος.

32 Ἀναμιμνῄσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, 33 τοῦτο μὲν ὀνειδισμοῖς τε καὶ θλίψεσιν θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες· 34 καὶ γὰρ τοῖς [i]δεσμίοις συνεπαθήσατε, καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν [j]ἑαυτοὺς κρείττονα [k]ὕπαρξιν καὶ μένουσαν. 35 μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, ἥτις ἔχει [l]μεγάλην μισθαποδοσίαν, 36 ὑπομονῆς γὰρ ἔχετε χρείαν ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν· 37 ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει· 38 ὁ δὲ δίκαιός [m]μου ἐκ πίστεως ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. 39 ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν, ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχῆς.

11 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων [n]τὸ βλεπόμενον γεγονέναι.

Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ [o]τοῦ θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι [p]λαλεῖ. Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς [q]μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ, χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.

[r]Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς [s]τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται. πίστει παρῴκησεν εἰς γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς· 10 ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός. 11 πίστει καὶ [t]αὐτῇ Σάρρᾳ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν [u]ἡλικίας, ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον· 12 διὸ καὶ ἀφ’ ἑνὸς ἐγεννήθησαν, καὶ ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.

13 Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ [v]λαβόντες τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. 14 οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν. 15 καὶ εἰ μὲν ἐκείνης [w]μνημονεύουσιν ἀφ’ ἧς [x]ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· 16 νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτ’ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.

17 Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος, 18 πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, 19 λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. 20 Πίστει [y]καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. 21 πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. 22 πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.

23 Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. 24 πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, 25 μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, 26 μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. 27 πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. 28 πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.

29 Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς [z]γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν. 30 πίστει τὰ τείχη Ἰεριχὼ [aa]ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. 31 πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ’ εἰρήνης.

32 Καὶ τί ἔτι λέγω; ἐπιλείψει [ab]με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, [ac]Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν, 33 οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, 34 ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα [ad]μαχαίρης, [ae]ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· 35 ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· 36 ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· 37 ἐλιθάσθησαν, [af]ἐπρίσθησαν, ἐν φόνῳ [ag]μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, 38 ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος [ah]ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς· 39 [ai]καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, 40 τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.

12 Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι’ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν.

Ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς [aj]ἑαυτοὺς ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται, Υἱέ μου, μὴ ὀλιγώρει παιδείας κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. εἰς παιδείαν ὑπομένετε· ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ θεός· τίς [ak]γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι [al]καὶ οὐχ υἱοί ἐστε. εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ [am]πολὺ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; 10 οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. 11 πᾶσα [an]δὲ παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης, ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης.

12 Διὸ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, 13 καὶ τροχιὰς ὀρθὰς [ao]ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον.

14 Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, 15 ἐπισκοποῦντες μή τις ὑστερῶν ἀπὸ τῆς χάριτος τοῦ θεοῦ, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλῇ καὶ [ap]δι’ αὐτῆς μιανθῶσιν [aq]πολλοί, 16 μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ, ὃς ἀντὶ βρώσεως μιᾶς ἀπέδετο τὰ πρωτοτόκια [ar]ἑαυτοῦ. 17 ἴστε γὰρ ὅτι καὶ μετέπειτα θέλων κληρονομῆσαι τὴν εὐλογίαν ἀπεδοκιμάσθη, μετανοίας γὰρ τόπον οὐχ εὗρεν, καίπερ μετὰ δακρύων ἐκζητήσας αὐτήν.

18 Οὐ γὰρ προσεληλύθατε [as]ψηλαφωμένῳ καὶ κεκαυμένῳ πυρὶ καὶ γνόφῳ καὶ [at]ζόφῳ καὶ θυέλλῃ 19 καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων, ἧς οἱ ἀκούσαντες παρῃτήσαντο [au]μὴ προστεθῆναι αὐτοῖς λόγον· 20 οὐκ ἔφερον γὰρ τὸ διαστελλόμενον· Κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται· 21 καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. 22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει 23 καὶ ἐκκλησίᾳ πρωτοτόκων [av]ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, 24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.

25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ [aw]ἐξέφυγον [ax]ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, [ay]πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι· 26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ [az]σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. 27 τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ [ba]τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28 διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς [bb]λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ [bc]εὐλαβείας καὶ δέους, 29 καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.

13 Ἡ φιλαδελφία μενέτω. τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους [bd]γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ θεός. ἀφιλάργυρος ὁ τρόπος· ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε [be]ἐγκαταλίπω· ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, [bf]οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;

Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ [bg]περιπατοῦντες. 10 ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες. 11 ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς· 12 διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. 13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. 14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν· 15 δι’ αὐτοῦ [bh]οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ θεῷ, τοῦτ’ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ. 16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε, τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ θεός.

17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.

18 Προσεύχεσθε περὶ ἡμῶν, [bi]πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. 19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν.

20 Ὁ δὲ θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν κύριον ἡμῶν Ἰησοῦν, 21 καταρτίσαι ὑμᾶς ἐν [bj]παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν [bk]ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς [bl]αἰῶνας· ἀμήν.

22 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως, καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. 23 γινώσκετε τὸν ἀδελφὸν [bm]ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς. 24 ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. 25 ἡ χάρις μετὰ πάντων [bn]ὑμῶν.

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:10 ἐσμὲν WH Treg NIV ] + οἱ RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:12 οὗτος WH Treg NIV ] αὐτὸς RP
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:15 εἰρηκέναι WH Treg NIV ] προειρηκέναι RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:16 τὴν διάνοιαν WH Treg NIV ] τῶν διανοιῶν RP
  5. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:17 καὶ WH Treg RP NA ] ὕστερον λέγει καὶ NIV
  6. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:17 μνησθήσομαι WH Treg NIV ] μνησθῶ RP
  7. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:30 ἀνταποδώσω WH Treg NIV ] + λέγει κύριος RP
  8. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:30 Κρινεῖ κύριος WH Treg NIV ] κύριος κρινεῖ RP
  9. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:34 δεσμίοις WH Treg NIV ] δεσμοῖς μου RP
  10. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:34 ἑαυτοὺς WH Treg NIV ] ἑαυτοῖς RP
  11. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:34 ὕπαρξιν WH Treg NIV ] + ἐν οὐρανοῖς RP
  12. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:35 μεγάλην μισθαποδοσίαν WH Treg NIV ] μισθαποδοσίαν μεγάλην RP
  13. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:38 μου WH Treg NIV ] – RP
  14. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:3 τὸ βλεπόμενον WH Treg NIV ] τά βλεπόμενα RP
  15. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:4 τοῦ θεοῦ WH NIV RP ] τῷ θεῷ Treg
  16. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:4 λαλεῖ WH Treg NIV ] λαλεῖται RP
  17. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:5 μεταθέσεως WH Treg NIV ] + αὐτοῦ RP
  18. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:8 Πίστει WH NIV RP ] + ὁ Treg
  19. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:8 τόπον WH Treg NIV ] τὸν τόπον RP
  20. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:11 αὐτῇ Σάρρᾳ Holmes WHmarg ] αὐτὴ Σάρρα WH Treg RP; αὐτὴ Σάρρα στεῖρα NIV
  21. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:11 ἡλικίας WH Treg NIV ] + ἔτεκεν RP
  22. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:13 λαβόντες NIV RP ] κομισάμενοι WH Treg
  23. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:15 μνημονεύουσιν Treg ] ἐμνημόνευον WH NIV RP
  24. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:15 ἐξέβησαν WH Treg NIV ] ἐξῆλθον RP
  25. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:20 καὶ WH Treg NIV ] – RP
  26. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:29 γῆς WH Treg NIV ] – RP
  27. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:30 ἔπεσαν WH Treg NIV ] ἔπεσεν RP
  28. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 με γὰρ WH Treg NIV ] γὰρ με RP
  29. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:32 Σαμψών WH Treg NIV ] τε καὶ Σαμψών καὶ RP
  30. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 μαχαίρης WH Treg NIV ] μαχαίρας RP
  31. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:34 ἐδυναμώθησαν WH Treg NIV ] ἐνεδυναμώθησαν RP
  32. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:37 ἐπρίσθησαν Treg NIV ] ἐπειράσθησαν ἐπρίσθησαν WH; ἐπρίσθησαν ἐπειράσθησαν RP
  33. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:37 μαχαίρης WH Treg NIV ] μαχαίρας RP
  34. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:38 ἐπὶ WH Treg NIV ] ἐν RP
  35. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:39 καὶ Holmes ] + οὗτοι WH Treg NIV RP
  36. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:3 ἑαυτοὺς WH ] ἑαυτὸν NIV Treg; ἀυτὸν RP
  37. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:7 γὰρ WH Treg NIV ] + ἐστιν RP
  38. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:8 καὶ οὐχ υἱοί ἐστε WH Treg NIV ] ἐστε καὶ οὐχ υἱοί RP
  39. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:9 πολὺ WH Treg] πολὺ δὲ NIV; πολλῷ RP
  40. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:11 δὲ Treg NIV RP ] μὲν WH
  41. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:13 ποιεῖτε WH Treg NIV ] ποιήσατε RP
  42. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:15 δι᾽ αὐτῆς WH NIV ] διὰ ταύτης Treg RP
  43. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:15 πολλοί NIV RP ] οἱ πολλοί WH Treg
  44. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:16 ἑαυτοῦ WH Treg NIV ] αὐτοῦ RP
  45. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:18 ψηλαφωμένῳ WH Treg NIV ] + ὄρει RP
  46. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:18 ζόφῳ WH Treg NIV ] σκότῳ RP
  47. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:19 μὴ Treg NIV RP ] – WH
  48. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:23 ἀπογεγραμμένων ἐν οὐρανοῖς WH Treg NIV ] ἐν οὐρανοῖς ἀπογεγραμμένων RP
  49. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 ἐξέφυγον WH Treg NIV ] ἔφυγον RP
  50. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 ἐπὶ γῆς παραιτησάμενοι τὸν WH Treg NIV ] τὸν ἐπὶ γῆς παραιτησάμενοι RP
  51. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 πολὺ WH Treg NIV ] πολλῷ RP
  52. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:26 σείσω WH Treg NIV ] σείω RP
  53. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:27 τῶν σαλευομένων Holmes WHmarg ] τὴν τῶν σαλευομένων WH Treg NIV; τῶν σαλευομένων τὴν RP
  54. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:28 λατρεύωμεν WH Treg NIV ] λατρεύομεν RP
  55. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:28 εὐλαβείας καὶ δέους WH Treg NIV ] αἰδοῦς καὶ εὐλαβείας RP
  56. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:4 γὰρ WH Treg NIV ] δὲ RP
  57. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:5 ἐγκαταλίπω WH Treg NIV ] ἐγκαταλείπω RP
  58. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:6 οὐ WH ] καὶ οὐ Treg NIV RP
  59. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:9 περιπατοῦντες WH Treg NIV ] περιπατήσαντες RP
  60. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:15 οὖν Treg NIV RP ] – WH
  61. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:18 πειθόμεθα WH Treg NIV ] πεποίθαμεν RP
  62. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:21 παντὶ WH NIV ] + ἔργῳ Treg RP
  63. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:21 ἡμῖν WH NIV ] ὑμῖν Treg RP
  64. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:21 αἰῶνας Holmes ] + τῶν αἰώνων WH Treg NIV RP
  65. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:23 ἡμῶν WH Treg NIV ] – RP
  66. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 13:25 ὑμῶν WH NIV ] + ἀμήν Treg RP