ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:1-6
SBL Greek New Testament
3 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν [a]Ἰησοῦν, 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς [b]ἐν τῷ οἴκῳ αὐτοῦ. 3 πλείονος γὰρ [c]οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ [d]δὲ πάντα κατασκευάσας θεός. 5 καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, 6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· [e]ὅς οἶκός ἐσμεν ἡμεῖς, [f]ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς [g]ἐλπίδος κατάσχωμεν.
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:1 Ἰησοῦν WH Treg NIV ] + Χριστόν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:2 ἐν Holmes WHmarg ] + ὅλῳ WH Treg NIV RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:3 οὗτος δόξης WH Treg NIV ] δόξης οὗτος RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:4 δὲ WH Treg NIV ] + τὰ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ὅς Holmes ] οὗ WH Treg NIV RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ἐὰν WH Treg ] ἐάνπερ NIV RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:6 ἐλπίδος NIV ] + μέχρι τέλους βεβαίαν WH Treg RP
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:1-6
1550 Stephanus New Testament
3 οθεν αδελφοι αγιοι κλησεως επουρανιου μετοχοι κατανοησατε τον αποστολον και αρχιερεα της ομολογιας ημων χριστον ιησουν
2 πιστον οντα τω ποιησαντι αυτον ως και μωσης εν ολω τω οικω αυτου
3 πλειονος γαρ δοξης ουτος παρα μωσην ηξιωται καθ οσον πλειονα τιμην εχει του οικου ο κατασκευασας αυτον
4 πας γαρ οικος κατασκευαζεται υπο τινος ο δε τα παντα κατασκευασας θεος
5 και μωσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων
6 χριστος δε ως υιος επι τον οικον αυτου ου οικος εσμεν ημεις εανπερ την παρρησιαν και το καυχημα της ελπιδος μεχρι τελους βεβαιαν κατασχωμεν
Read full chapter
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 3:1-6
1881 Westcott-Hort New Testament
3 οθεν αδελφοι αγιοι κλησεως επουρανιου μετοχοι κατανοησατε τον αποστολον και αρχιερεα της ομολογιας ημων ιησουν
2 πιστον οντα τω ποιησαντι αυτον ως και μωυσης εν [ολω] τω οικω αυτου
3 πλειονος γαρ ουτος δοξης παρα μωυσην ηξιωται καθ οσον πλειονα τιμην εχει του οικου ο κατασκευασας αυτον
4 πας γαρ οικος κατασκευαζεται υπο τινος ο δε παντα κατασκευασας θεος
5 και μωυσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων
6 χριστος δε ως υιος επι τον οικον αυτου ου οικος εσμεν ημεις εαν την παρρησιαν και το καυχημα της ελπιδος [μεχρι τελους βεβαιαν] κατασχωμεν
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software