ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:21-29
SBL Greek New Testament
21 καί, οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον, Μωϋσῆς εἶπεν· Ἔκφοβός εἰμι καὶ ἔντρομος. 22 ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει 23 καὶ ἐκκλησίᾳ πρωτοτόκων [a]ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ κριτῇ θεῷ πάντων, καὶ πνεύμασι δικαίων τετελειωμένων, 24 καὶ διαθήκης νέας μεσίτῃ Ἰησοῦ, καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἅβελ.
25 Βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ [b]ἐξέφυγον [c]ἐπὶ γῆς παραιτησάμενοι τὸν χρηματίζοντα, [d]πολὺ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπ’ οὐρανῶν ἀποστρεφόμενοι· 26 οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσεν τότε, νῦν δὲ ἐπήγγελται λέγων· Ἔτι ἅπαξ ἐγὼ [e]σείσω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. 27 τὸ δὲ Ἔτι ἅπαξ δηλοῖ [f]τῶν σαλευομένων μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. 28 διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν, δι’ ἧς [g]λατρεύωμεν εὐαρέστως τῷ θεῷ μετὰ [h]εὐλαβείας καὶ δέους, 29 καὶ γὰρ ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:23 ἀπογεγραμμένων ἐν οὐρανοῖς WH Treg NIV ] ἐν οὐρανοῖς ἀπογεγραμμένων RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 ἐξέφυγον WH Treg NIV ] ἔφυγον RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 ἐπὶ γῆς παραιτησάμενοι τὸν WH Treg NIV ] τὸν ἐπὶ γῆς παραιτησάμενοι RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:25 πολὺ WH Treg NIV ] πολλῷ RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:26 σείσω WH Treg NIV ] σείω RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:27 τῶν σαλευομένων Holmes WHmarg ] τὴν τῶν σαλευομένων WH Treg NIV; τῶν σαλευομένων τὴν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:28 λατρεύωμεν WH Treg NIV ] λατρεύομεν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:28 εὐλαβείας καὶ δέους WH Treg NIV ] αἰδοῦς καὶ εὐλαβείας RP
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 12:21-29
1550 Stephanus New Testament
21 και ουτως φοβερον ην το φανταζομενον μωσης ειπεν εκφοβος ειμι και εντρομος
22 αλλα προσεληλυθατε σιων ορει και πολει θεου ζωντος ιερουσαλημ επουρανιω και μυριασιν αγγελων
23 πανηγυρει και εκκλησια πρωτοτοκων εν ουρανοις απογεγραμμενων και κριτη θεω παντων και πνευμασιν δικαιων τετελειωμενων
24 και διαθηκης νεας μεσιτη ιησου και αιματι ραντισμου κρειττονα λαλουντι παρα τον αβελ
25 βλεπετε μη παραιτησησθε τον λαλουντα ει γαρ εκεινοι ουκ εφυγον τον επι της γης παραιτησαμενοι χρηματιζοντα πολλω μαλλον ημεις οι τον απ ουρανων αποστρεφομενοι
26 ου η φωνη την γην εσαλευσεν τοτε νυν δε επηγγελται λεγων ετι απαξ εγω σειω ου μονον την γην αλλα και τον ουρανον
27 το δε ετι απαξ δηλοι των σαλευομενων την μεταθεσιν ως πεποιημενων ινα μεινη τα μη σαλευομενα
28 διο βασιλειαν ασαλευτον παραλαμβανοντες εχωμεν χαριν δι ης λατρευωμεν ευαρεστως τω θεω μετα αιδους και ευλαβειας
29 και γαρ ο θεος ημων πυρ καταναλισκον
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software