Add parallel Print Page Options

11 Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων· ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι. πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων [a]τὸ βλεπόμενον γεγονέναι.

Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, δι’ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ [b]τοῦ θεοῦ, καὶ δι’ αὐτῆς ἀποθανὼν ἔτι [c]λαλεῖ. Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς [d]μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ, χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:3 τὸ βλεπόμενον WH Treg NIV ] τά βλεπόμενα RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:4 τοῦ θεοῦ WH NIV RP ] τῷ θεῷ Treg
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:4 λαλεῖ WH Treg NIV ] λαλεῖται RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 11:5 μεταθέσεως WH Treg NIV ] + αὐτοῦ RP

11 εστιν δε πιστις ελπιζομενων υποστασις πραγματων ελεγχος ου βλεπομενων

εν ταυτη γαρ εμαρτυρηθησαν οι πρεσβυτεροι

πιστει νοουμεν κατηρτισθαι τους αιωνας ρηματι θεου εις το μη εκ φαινομενων τα βλεπομενα γεγονεναι

πιστει πλειονα θυσιαν αβελ παρα καιν προσηνεγκεν τω θεω δι ης εμαρτυρηθη ειναι δικαιος μαρτυρουντος επι τοις δωροις αυτου του θεου και δι αυτης αποθανων ετι λαλειται

πιστει ενωχ μετετεθη του μη ιδειν θανατον και ουχ ευρισκετο διοτι μετεθηκεν αυτον ο θεος προ γαρ της μεταθεσεως αυτου μεμαρτυρηται ευηρεστηκεναι τω θεω

χωρις δε πιστεως αδυνατον ευαρεστησαι πιστευσαι γαρ δει τον προσερχομενον τω θεω οτι εστιν και τοις εκζητουσιν αυτον μισθαποδοτης γινεται

Read full chapter