ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:11-22
SBL Greek New Testament
11 Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθ’ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας. 12 [a]οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θεοῦ, 13 τὸ λοιπὸν ἐκδεχόμενος ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, 14 μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. 15 μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, μετὰ γὰρ τὸ [b]εἰρηκέναι· 16 Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρὸς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ [c]τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς, 17 [d]καὶ τῶν ἁμαρτιῶν αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ [e]μνησθήσομαι ἔτι· 18 ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.
19 Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, 20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ’ ἔστιν τῆς σαρκὸς αὐτοῦ, 21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, 22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ῥεραντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λελουσμένοι τὸ σῶμα ὕδατι καθαρῷ·
Read full chapterFootnotes
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:12 οὗτος WH Treg NIV ] αὐτὸς RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:15 εἰρηκέναι WH Treg NIV ] προειρηκέναι RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:16 τὴν διάνοιαν WH Treg NIV ] τῶν διανοιῶν RP
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:17 καὶ WH Treg RP NA ] ὕστερον λέγει καὶ NIV
- ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:17 μνησθήσομαι WH Treg NIV ] μνησθῶ RP
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 10:11-22
1550 Stephanus New Testament
11 και πας μεν ιερευς εστηκεν καθ ημεραν λειτουργων και τας αυτας πολλακις προσφερων θυσιας αιτινες ουδεποτε δυνανται περιελειν αμαρτιας
12 αυτος δε μιαν υπερ αμαρτιων προσενεγκας θυσιαν εις το διηνεκες εκαθισεν εν δεξια του θεου
13 το λοιπον εκδεχομενος εως τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου
14 μια γαρ προσφορα τετελειωκεν εις το διηνεκες τους αγιαζομενους
15 μαρτυρει δε ημιν και το πνευμα το αγιον μετα γαρ το προειρηκεναι
16 αυτη η διαθηκη ην διαθησομαι προς αυτους μετα τας ημερας εκεινας λεγει κυριος διδους νομους μου επι καρδιας αυτων και επι των διανοιων αυτων επιγραψω αυτους
17 και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθω ετι
18 οπου δε αφεσις τουτων ουκετι προσφορα περι αμαρτιας
19 εχοντες ουν αδελφοι παρρησιαν εις την εισοδον των αγιων εν τω αιματι ιησου
20 ην ενεκαινισεν ημιν οδον προσφατον και ζωσαν δια του καταπετασματος τουτεστιν της σαρκος αυτου
21 και ιερεα μεγαν επι τον οικον του θεου
22 προσερχωμεθα μετα αληθινης καρδιας εν πληροφορια πιστεως ερραντισμενοι τας καρδιας απο συνειδησεως πονηρας και λελουμενοι το σωμα υδατι καθαρω
Read full chapterScripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software