Add parallel Print Page Options

ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ [a]εὐαγγελίζηται [b]ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω. ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.

10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; [c]εἰ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.

11 Γνωρίζω [d]γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, [e]οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:8 εὐαγγελίζηται Treg NIV RP] εὐαγγελίσηται WH
  2. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:8 ὑμῖν WH Treg RP NA] – NIV
  3. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:10 εἰ WH Treg NIV] + γὰρ RP
  4. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:11 γὰρ WH Treg NIV] δὲ RP
  5. ΠΡΟΣ ΓΑΛΑΤΑΣ 1:12 οὔτε WH NIV RP] οὐδὲ Treg